previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


62.

ἐπεὶ ἔνια καὶ τῶν ἐκ γενεῆς γενομένων ὀλισθημάτων, ἢν

μικρὸν ὀλίσθῃ, οἷά τε ἐς τὴν φύσιν ἄγεσθαι, καὶ μάλιστα τὰ παρὰ τοῦ ποδὸς ἄρθρα.

ὁκόσοι ἐκ γενεῆς κυλλοὶ γίνονται, τὰ πλεῖστα τούτων ἰήσιμά ἐστιν, ἢν μὴ πάνυ μεγάλη ἔκκλισις ἔῃ, καὶ προαυξέων γεγονότων ἤδη τῶν παιδίων ξυμβῇ.

ἄριστον μὲν οὖν ὡς τάχιστα ἰητρεύειν τὰ τοιαῦτα, πρὶν πάνυ μεγάλην τὴν ἔνδειαν τῶν ὀστέων τῶν ἐν τῷ ποδὶ γενέσθαι, πρίν τε πάνυ μεγάλην τὴν ἔνδειαν τῶν σαρκῶν τῶν κατὰ τὴν κνήμην εἶναι.

τρόπος μὲν οὖν κυλλώσιος οὐχ εἷς, ἀλλὰ πλείονες, τὰ πλεῖστα μὴν οὐκ ἐξηρθρηκότα παντάπασιν, ἀλλὰ δι᾽ ἔθος σχήματος ἔν τινι ἀπολήψει τοῦ ποδὸς κεκυλλωμένα.

προσέχειν δὲ καὶ ἐν τῇ ἰητρείῃ τοισίδε χρή: ἀπωθέειν μὲν καὶ κατορθοῦν τῆς κνήμης τὸ κατὰ τὸ σφυρὸν ὀστέον, τὸ ἔξωθεν, ἐς τὸ ἔσω μέρος, ἀντωθέειν δὲ ἐς τὸ ἔξω μέρος τὸ τῆς πτέρνης τὸ κατὰ τὴν ἴξιν, ὅκως ἀλλήλοις ἀπαντήσῃ τὰ ὀστέα τὰ ἐξίσχοντα κατὰ μέσον τε καὶ πλάγιον τὸν πόδα: τοὺς δ᾽ αὖ δακτύλους ἀθρόους ξὺν τῷ μεγάλῳ δακτύλῳ ἐς

τὸ εἴσω μέρος ἐγκλίνειν καὶ περιαναγκάζειν οὕτως: ἐπιδεῖν δὲ κηρωτῇ ἐῤΡ῾ητινωμένῃ εὖ, καὶ σπλήνεσι, καὶ ὀθονίοισι μαλθακοῖσι, μὴ ὀλίγοισι, μηδὲ ἄγαν πιέζοντα: οὕτω δὲ τὰς περιαγωγὰς ποιέεσθαι τῆς ἐπιδέσιος, ὥσπερ καὶ τῇσι χερσὶν κατόρθωσις ἦν τοῦ ποδὸς, ὅκως ποὺς ὀλίγῳ μᾶλλον ἐς τὸ βλαισὸν Ρ῾έπων φαίνηται.

ἴχνος δέ τι χρὴ ποιέεσθαι, δέρματος μὴ ἄγαν σκληροῦ, μολύβδινον, προσεπιδεῖν δὲ, μὴ πρὸς τὸν χρῶτα τιθέντα, ἀλλ᾽ ὅταν ἤδη τοῖσιν ὑστάτοισιν ὀθονίοισι μέλλῃς ἐπιδέειν: ὅταν δὲ ἤδη ἐπιδεδεμένος ἔῃ, ἑνός τινος τῶν ὀθονίων χρὴ, οἷσιν ἐπιδέεται, τὴν ἀρχὴν προσράψαι πρὸς τὰ κάτω τοῦ ποδὸς ἐπιδέσματα κατὰ τὴν ἴξιν τοῦ μικροῦ δακτύλου: ἔπειτα ἐς τὸ ἄνω τείνοντα, ὅκως ἂν δοκέῃ μετρίως ἔχειν, περιβάλλειν ἄνωθεν τῆς γαστροκνημίης, ὡς μόνιμον ἔῃ, κατατεταγμένον οὕτως.

ἁπλῷ δὲ λόγῳ, ὥσπερ κηροπλαστέοντα, χρὴ ἐς τὴν φύσιν τὴν δικαίην ἄγειν καὶ τὰ ἐκκεκλιμένα καὶ τὰ συντεταμένα παρὰ τὴν φύσιν, καὶ τῇσι χερσὶν οὕτω διορθοῦντα, καὶ τῇ ἐπιδέσει ὡσαύτως, προσάγειν δὲ οὐ βιαίως, ἀλλὰ παρηγορικῶς: προσράπτειν δὲ τὰ ὀθόνια, ὅκως ἂν ξυμφέρῃ τὰς ἀναλήψιας ποιέεσθαι, ἄλλα γὰρ ἄλλης τῶν χωλωμάτων δέεται ἀναλήψιος.

Ὑποδημάτιον δὲ ποιέεσθαι μολύβδινον, ἔξωθεν τῆς ἐπιδέσιος

ἐπιδεδεμένον, οἷον αἱ χῖαι κρηπῖδες Ρ῾υθμὸν εἶχον: ἀλλ᾽ οὐδὲν αὐτοῦ δεῖ, ἤν τις ὀρθῶς μὲν τῇσι χερσὶ διορθώσῃ, ὀρθῶς δὲ τοῖσιν ὀθονίοισιν ἐπιδέῃ, ὀρθῶς δὲ καὶ τὰς ἀναλήψιας ποιοῖτο.

μὲν οὖν ἴησις αὕτη, καὶ οὔτε τομῆς, οὔτε καύσιος οὐδὲν δεῖ, οὔτ᾽ ἄλλης ποικιλίης: θᾶσσον γὰρ ἐνακούει τὰ τοιαῦτα τῆς ἰητρείης, ὡς ἄν τις οἴοιτο.

Προσνικᾷν μέντοι χρὴ τῷ χρόνῳ, ἕως ἂν αὐξηθῇ τὸ σῶμα ἐν τοῖσι δικαίοισι σχήμασιν.

ὅταν δὲ ἐς ὑποδήματος λόγον ἴῃ, ἀρβύλαι ἐπιτηδειόταται αἱ πηλοπάτιδες καλεόμεναι: τοῦτο γὰρ ὑποδημάτων ἥκιστα κρατέεται ὑπὸ τοῦ ποδὸς, ἀλλὰ κρατέει μᾶλλον: ἐπιτήδειος δὲ καὶ κρητικὸς τρόπος τῶν ὑποδημάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: