previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


71.

ὡς μὲν οὖν καὶ πρόσθεν εἴρηται, μέγα τὸ διαφέρον ἐστὶ τῶν φυσίων τοῖσιν ἀνθρώποισιν ἐς τὸ εὐέμβλητα εἶναι, καὶ δυσέμβλητα: καὶ διότι μέγα διαφέρει, εἴρηται πρόσθεν ἐν τοῖσι περὶ ὤμου.

ἐνίοισι γὰρ μηρὸς ἐμπίπτει ἀπ᾽ οὐδεμιῆς παρασκευῆς, ἀλλ᾽ ὀλίγης μὲν κατατάσιος, ὅσον τῇσι χερσὶ κατιθῦναι, βραχείης δὲ κιγκλίσιος: πολλοῖσι δὲ ξυγκάμψασι τὸ σκέλος κατὰ τὸ ἄρθρον, ἐνέπεσεν, ἤδη ἀμφίσφαλσιν ποιησάμενον.

ἀλλὰ γὰρ τὰ πουλὺ πλείω οὐκ ἐνακούει τῆς τυχούσης παρασκευῆς: διὰ τοῦτο ἐπίστασθαι μὲν χρὴ τὰ κράτιστα περὶ ἑκάστου ἐν πάσῃ τῇ τέχνῃ: χρέεσθαι δὲ, οἷσιν ἂν δόξῃ ἑκάστοτε.

εἴρηνται μὲν οὖν τρόποι κατατασίων καὶ ἐν τοῖσιν ἔμπροσθεν γεγραμμένοισιν, ὥστε χρέεσθαι τούτων, ὅστις ἂν παρατύχῃ.

δεῖ γὰρ ἀντικατατετάσθαι ἰσχυρῶς, ἐπὶ θάτερα μὲν τοῦ σκέλεος, ἐπὶ θάτερα δὲ τοῦ

σώματος: ἢν γὰρ εὖ καταταθῇ, ὑπεραιωρηθήσεται κεφαλὴ τοῦ μηροῦ ὑπὲρ τῆς ἀρχαίης ἕδρης: καὶ ἢν μὲν ὑπεραιωρηθῇ οὕτως, οὐδὲ κωλύσαι ἔτι Ρ῾ηΐδιον ἵζεσθαι αὐτὴν ἐς τὴν ἑωυτῆς ἕδρην, ὥστε ἤδη πᾶσα ἀρκέει μόχλευσίς τε καὶ κατόρθωσις: ἀλλὰ γὰρ ἐλλείπουσιν ἐν τῇ κατατάσει: διὰ τοῦτο ὄχλον πλείω παρέχει ἐμβολή.

χρὴ οὖν οὐ μόνον παρὰ τὸν πόδα τὰ δεσμὰ ἐξηρτῆσθαι, ἀλλὰ καὶ ἄνωθεν τοῦ γούνατος, ὅκως μὴ κατὰ τὸ τοῦ γούνατος ἄρθρον ἐν τῇ τανύσει ἐπίδεσις ἔῃ μᾶλλον, κατὰ τὸ τοῦ ἰσχίου ἄρθρον.

οὕτω μὲν οὖν χρὴ τὴν κατάτασιν, τὴν πρὸς τὸ τοῦ ποδὸς μέρος, ἐσκευάσθαι: ἀτὰρ καὶ τὴν ἐπὶ θάτερα κατάτασιν, μὴ μοῦνον ἐκ τῆς περὶ τὸ στῆθος καὶ τὰς μασχάλας περιβολῆς ἀντιτείνεσθαι, ἀλλὰ καὶ ἱμάντι μακρῷ, διπτύχῳ, ἰσχυρῷ, προσηνεῖ, παρὰ τὸν περίνεον βεβλημένῳ, παρατεταμένῳ ἐπὶ μὲν τὰ ὄπισθεν παρὰ τὴν Ρ῾άχιν, ἐπὶ δὲ τὰ ἔμπροσθεν παρὰ τὴν κληῗδα, προσηρτημένῳ πρὸς τὴν ἀρχὴν τὴν ἀκτικατατείνουσαν, οὕτω διαναγκάζεσθαι, τοῖσι μὲν ἔνθα διατεινομένοισι, τοῖσι δὲ ἔνθα, ὅκως δὲ ἱμὰς παρὰ τὸν περίνεον μὴ περὶ τὴν κεφαλὴν τοῦ μηροῦ παρατεταμένος ἔσται, ἀλλὰ μεσηγὺ τῆς κεφαλῆς καὶ τοῦ περινέου: ἐν δὲ τῇ κατάτασει, κατὰ μὲν τὴν κεφαλὴν τοῦ μηροῦ ἐρείσας

τὴν πυγμὴν, ἐς τὸ ἔξω ὠθεέτω: ἢν δὲ μετεωρίζηται ἑλκόμενος, διέρσας τὴν χεῖρα καὶ ἐπιξυνάψας τῇ ἑτέρῃ χειρὶ, ἅμα μὲν συγκατατεινέτω, ἅμα δὲ ἐς τὸ ἔξω ξυναναγκαζέτω: ἄλλος δέ τις τὸ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἡσύχως ἐς τὸ ἔσω μέρος κατορθούτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: