previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


86.

ὁκόσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιφλασθῆναι, ὁκόταν γένηται οἷα τὰ δεινὰ, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν: Ρ῾οιώδη μὲν γὰρ τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα.

ἐπεὶ καὶ οἷσιν ἂν μάλιστα κατεηγεῖσιν, ὑπὸ τρώματος ἐν κνήμῃ, ἐν μηρῷ, νεύρων ἀπολυθέντων, κοινωνέει τούτων, ἐκ κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τούτοισι τὰ παλιγκοτέοντα ἐκ τῶν τοιούτων.

ἔστιν ὅτε καὶ πρὸς τῷ σφακελισμῷ γίνονται πυρετοὶ ὀξέες, λυγμώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤΡ῾οιέων πελιώσιες.

σημήϊα δὲ τῶν παλιγκοτησάντων, ἢν τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα: ἤν τε ξὺν σκληρύσματι πελιδνωθῇ, κίνδυνος μελανθῆναι:

ἢν δὲ ὑποπέλια , καὶ πέλια μάλα καὶ ἐκκεχυμωμένα, ὑπόχλωρα καὶ μαλακὰ, ταῦτα ἐπὶ πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά.

ἴησις, ἢν μὲν ἀπύρετος ἔῃ, ἐλλέβορον: ἢν δὲ μὴ, μή: ἀλλὰ ποτὸν ὀξύγλυκυ, εἰ δέοι.

ἐπίδεσις δὲ, ἄρθρων: ἐπὶ δὲ πάντα, μᾶλλον τοῖσι φλάσμασιν, ὀθονίοισι πλείοσι καὶ μαλθακωτέροισιν: πίεξις ἧσσον προσπεριβάλλειν δὲ τὰ πλεῖστα τῇ πτέρνῃ.

τὸ σχῆμα, ὅπερ ἐπίδεσις, ὡς μὴ ἐς τὴν πτέρνην ἀποπιέζηται.

νάρθηξι δὲ μὴ χρέεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: