previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


14.

ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς, Ρ῾ηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν: ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς αρχαίης ἕδρης. κατορθοῦσθαι οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι μὲν ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα.

ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόν τε , κατατεταμένα ἐπιδεῖν χρή: ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν, ἔστ᾽ ἄν ἐπιδήσῃς.

ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον, καὶ τὰς ἀρχὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς, καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας κατὰ τοῦτο ποιέεσθαι, καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο, καὶ τὴν πίεξιν μάλιστα κατὰ

τωὐτό: προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν.

μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει, τὸ ἐν τῇ χειρί.

ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιέεσθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται πούς.

τὸν δὲ ἰσχνασμὸν τοῦ σώματος οὕτω ποιέεσθαι, ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα: τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει.

τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ τὰ σκέλεα τρώμασιν, ἐν τοῖσι κατὰ τὰς χεῖρας: καὶ γὰρ μέζω καὶ παχύτερα ταῦτα ἐκείνων: καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι.

μετεπιδῆσαι δὲ τὸ ἄρθρον, οὔτε τι κωλύει τριταῖον, οὔτε κατεπείγει.

καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα.

καὶ ἢν μὲν τολμᾷ ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται: ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ Ρ῾ᾳδίως τῶ σκέλεϊ, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ᾽ ἂν πουλὺν χρόνον.

ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη: καὶ ἢν μὲν εἴσω ὀλίσθῃ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω.

τὰ πλεῖστα δὲ ἐς τὸ ἔσω ὀλισθάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: