previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


22.

Σωλῆνα δὲ εἰ μέν τις ὑπ᾽ αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ὠφελέοι: οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι, οὔτε τὴν κνήμην, ἄνευ τοῦ μηροῦ κινέεσθαι.

ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον: καὶ ἥκιστα δεῖ, τοῦτ᾽ ἂν ἐποτρύνοι ποιέειν: ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν: πᾶσαν γὰρ ἂν τύρβην παρέχοι τῇσιν ἐπιδέσεσιν: καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε ἄλλο σχῆμα ἴσχειν: ἀνάγκη δ᾽ ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν.

περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι.

δοκέοι ἂν οὖν μοι σωλὴν, περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου, ὠφελέειν ὑποτιθέμενος: καὶ ἄλλως κατ᾽ ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν

ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦται: εἶτα ἐπὴν μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο, ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως.

οὖν διαμπερὲς εἴη ποιητέος σωλὴν, οὐ ποιητέος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: