previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


5.

ἦν δὲ ἀνωτέρω κονδύλωσις, τῷ κατοπτῆρι σκέπτεσθαι, καὶ μὴ ἐξαπατᾶσθαι ὑπὸ τοῦ κατοπτῆρος: διοιγόμενος γὰρ ὁμαλύνει τὴν κονδύλωσιν, ξυναγόμενος δὲ πάλιν δείκνυσιν ὀρθῶς.

ἀφαιρέειν δὲ χρὴ, ἑλλεβόρῳ μέλανι ὑπαλείφοντα τὸν δακτύλιον: ἔπειτα τριταῖον οἴνῳ κλύζειν αὐστηρῷ.

τὸ δὲ αἶμα, ὅταν ἀφέλῃς τὴν κονδύλωσιν, τι οὐ Ρ῾έει, μὴ θαυμάζειν: οὐδὲ γὰρ ἢν ἐν τοῖσιν ἄρθροισι διατάμῃς τὰς χεῖρας τὰ σκέλεα, οὐ Ρ῾εύσεται αἷμα: ἢν δ᾽ ἄνωθεν κάτωθεν τάμῃς τῶν ἄρθρων, εὑρήσεις κοίλας φλέβας καὶ αἱμόῤΡ῾ους, καὶ χαλεπῶς

ἂν ἴσχοις εὐπόρως.

οὕτω καὶ τὴν ἐν τῇ ἕδρῃ αἱμοῤΡ῾οΐδα, ἢν μὲν ἄνωθεν κάτωθεν τάμῃς τῆς ἀφαιρέσιος τοῦ κονδυλώματος, αἷμα Ρ῾εύσεται: ἢν δὲ αὐτὴν ἀφέλῃς τὴν κονδύλωσιν ἐν τῇ προσφύσει, οὐ Ρ῾εύσεται.

ἢν μὲν οὖν οὕτω καθίσταται, καλῶς ἂν ἔχοι: ἢν δὲ μὴ, καῦσαι, φυλασσόμενος ὡς μὴ ἅψῃ τῷ σιδήρῳ, ἀλλ᾽ ἐγγὺς προσφέρων τὰ σιδήρια ἀποξηραίνειν, καὶ προστιθέναι τὸ τοῦ χαλκοῦ ἄνθος τὸ ἐν τῷ οὔρῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: