previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


30.

ὅσοι δὲ πηδήσαντες ἄνωθεν ἐστηρίξαντο τῇ πτέρνῃ, ὥστε διαστῆναι τὰ ὀστέα, καὶ φλέβας ἐκχυμωθῆναι, καὶ νεῦρα ἀμφιθλασθῆναι, ὅταν γένηται οἷα τὰ δεινότατα, κίνδυνος μὲν σφακελίσαντα τὸν αἰῶνα πρήγματα παρασχεῖν.

καὶ Ρ῾οικώδη μὲν τὰ ὀστέα, τὰ δὲ νεῦρα ἀλλήλοισι κοινωνέοντα.

ἐπεὶ καὶ οἷσιν ἂν καταγεῖσιν, ὑπὸ τρώματος οἷα ἐν κνήμῃ, μηρῷ, νεύρων ἀπολυθέντων, κοινωνέει τουτέοισιν, ἐξ ἄλλης κατακλίσιος ἀμελέος ἐμελάνθη πτέρνη, καὶ τουτέοισι παλίγκοτα ἐκ τοιουτέων.

ἔστιν ὅτε πρὸς σφακελισμῷ γίνονται πυρετοὶ ὑπεροξέες, λυγγώδεες, τρομώδεες, γνώμης ἁπτόμενοι, ταχυθάνατοι, καὶ ἔτι φλεβῶν αἱμοῤΡ῾όων πελιώσιες, καὶ γαγγραινώσιες.

σημεῖα τῶν παλιγκοτησάντων: ἢν τὰ ἐκχυμώματα, καὶ τὰ μελάσματα, καὶ τὰ περὶ ταῦτα ὑπόσκληρα καὶ ὑπέρυθρα : ἢν γὰρ ξὺν σκληρύσματι πελιωθῇ, κίνδυνος μελανθῆναι: ἢν δ᾽ ὑποπέλια καὶ πέλια μάλα, καὶ κεχυμένα, ὑπόχλωρα καὶ μαλθακὰ, ταῦτα ἐν πᾶσι τοῖσι τοιούτοισιν ἀγαθά.

ἴησις δὲ, ἢν μὲν ἀπύρετοι ἔωσιν, ἐλλεβορίζειν: ἢν δὲ μὴ, μή: ἀλλὰ ποτὸν διδόναι ὀξύγλυκυ, εἰ δέοι.

ἐπίδεσις δὲ, ἄρθρων σύνδεσις: ἔτι δὲ ταῦτα: μᾶλλον τοῖσι φλάσμασι, καὶ

ὀθονίοισι πλέοσι καὶ μαλθακωτέροισι χρῆσθαι: πίεξις ἧσσον: ὕδωρ πλέον: προσπεριβάλλειν τὰ πλεῖστα τῇ πτέρνῃ.

τὸ σχῆμα, ὅπερ ἐπίδεσις, ὡς μὴ ἐς την πτέρνην ἀποπιέζηται: ἀνωτέρω γούνατος: ἔστω εὔθετος: νάρθηξι μὴ χρήσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: