previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


35.

Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤΡ῾όοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασί πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν.

καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα.

οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤΡ῾ήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ἂν τὰ ὅρια τῇς ψιλώσιος , ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ.

δεῖ δὲ τὰ κατωτέρω

τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος ῾προθνήσκει γὰῤ, φυλασσόμενον ὀδύνην: ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν.

μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη: κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη.

ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί.

τὰ δ᾽ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλ᾽ ἐπιπολαιότερον.

προσδέχεσθαι ταῦτα χρή: τὰ γὰρ πλεῖστα φοβερώτερα κακίω.

ἴησις πραεῖα: θέρμῃ, διαίτῃ ἀκριβεῖ: κίνδυνος αἱμοῤΡ῾αγιῶν, ψύχεος: σχήματα δὲ, ὡς μὲν ἀνάῤΡ῾οπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ὅσα ξυμφέρει.

ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤΡ῾αγίαι: δυσεντερίαι, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ: οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: