previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


11.

ὧν δὲ ἔχεται ἐπίδεσις, ὑπόδεσις, ἀμφότερα: ὑπόδεσις μὲν αἰτίη, ὥστε ἀφεστεῶτα προστεῖλαι, ἐκπεπταμένα συστεῖλαι, ξυνεσταλμένα διαστεῖλαι, διεστραμμένα διορθῶσαι, τἀναντία.

παρασκευάζειν δὲ ὀθόνια κοῦφα, λεπτὰ, μαλθακὰ, καθαρὰ, πλατέα, μὴ ἔχοντα ξυῤΡ῾αφὰς, μηδ᾽ ἐξαστίας, καὶ ὑγιέα, ὥστε τάνυσιν φέρειν, καὶ ὀλίγῳ κρέσσω, μὴ ξηρὰ, ἀλλ᾽ ἔγχυμα χυμῷ, ἕκαστα ξύντροφα.

ἀφεστεῶτα μὲν, ὥστε τὰ μετέωρα τῆς ἕδρης ψαύειν μὲν, πιέζειν δὲ μή: ἄρχεσθαι δὲ ἐκ τοῦ ὑγιέος, τελευτᾷν δὲ

πρὸς τὸ ἕλκος, ὡς τὸ μὲν ὑπεὸν ἐξαθέλγηται, ἕτερον δὲ μὴ ἐπιξυλλέγηται: ἐπιδεῖν τὰ μὲν ὀρθὰ ἐς ὀρθὸν, τὰ δὲ λοξὰ λοξῶς, ἐν σχήματι ἀπόνῳ, ἐν μήτε ἀπόσφιγξις, μήτε ἀπόστασις ἔσται τις, ἐξ οὗ, ὅταν μεταλλάσσῃ ἐς ἀνάληψιν ἐς θέσιν, οὐ μεταλλάξουσιν, ἀλλ᾽ ὅμοια ταῦτα ἕξούσι, μύες, φλέβες, νεῦρα, ὀστέα, μάλιστα εὔθετα καὶ εὔσχετα: ἀναλελάφθαι δὲ, κέεσθαι ἐν σχήματι ἀπόνῳ τῷ κατὰ φύσιν: ὧν δὲ

ἂν ἀποστῇ, τἀναντία.

ὧν δὲ ἐκπεπταμένα ξυστεῖλαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτὰ, ἐκ πολλοῦ δέ τινος δεῖ τὴν ξυναγωγὴν, καὶ ἐκ προσαγωγῆς τὴν πίεξιν, τὸ πρῶτον ἥκιστα, ἔπειτα ἐπὶ μᾶλλον, ὅριον τοῦ μάλιστα τὸ ξυμψαύειν.

ὧν δὲ ξυνεσταλμένα διαστεῖλαι, ξὺν μὲν φλεγμονῇ τἀναντία: ἄνευ δὲ ταύτης, παρασκευῇ μὲν τῇ αὐτῇ, ἐπιδέσει δὲ ἐναντίῃ.

διεστραμμένα δὲ διορθῶσαι, τὰ μὲν ἄλλα κατὰ τὰ αὐτά: δεῖ δὲ τὰ μὲν ἀπεληλυθότα ἐπαγαγεῖν ὑποδέσει, παρακολλήσει, ἀναλήψει: τὰ δὲ ἐναντία, ἐναντίως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: