previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


3.

δρῶν, καθήμενος, ἑστεὼς, ξυμμέτρως πρὸς ἑωυτὸν, πρὸς τὸ χειριζόμενον, πρὸς τὴν αὐγήν.

Αὐγέης μὲν οὖν δύο εἴδεα, τὸ μὲν κοινὸν, τὸ δὲ τεχνητόν.

τὸ μὲν οὖν κοινὸν οὐκ ἐφ᾽ ἡμῖν: τὸ δὲ τεχνητὸν, καὶ ἐφ᾽ ἡμῖν.

ὧν ἑκατέρου δισσαὶ χρήσιες, πρὸς αὐγὴν, ὑπ᾽ αὐγήν.

ὑπ᾽ αὐγὴν μὲν οὖν ὀλίγη τε χρῆσις, καταφανής τε μετριότης.

τὰ δὲ πρὸς αὐγὴν ἐκ τῶν παρεουσέων, ἐκ τῶν ξυμφερουσέων αὐγέων, πρὸς τὴν λαμπροτάτην τρέπειν τὸ χειριζόμενον: πλὴν ὁκόσα λαθεῖν δεῖ, ὁρῇν αἰσχρόν: οὕτω δὲ τὸ μὲν χειριζόμενον ἐναντίον τῇ αὐγῇ, τὸν δὲ χειρίζοντα, ἐναντίον τῷ χειριζομένῳ, πλὴν ὥστε μὴ ἐπισκοτάζειν: οὕτω

γὰρ ἂν μὲν δρῶν ὁρῴη, τὸ δὲ χειριζόμενον οὐχ ὁρῷτο.

πρὸς ἑωυτὸν δὲ, καθημένῳ πόδες ἐς τὴν ἄνω ἴξιν κατ᾽ ἰθὺ γούνασιν: διάστασιν δὲ, ὀλίγον ξυμβεβῶτες: γούνατα δὲ ἀνωτέρω βουβώνων σμικρὸν, διάστασιν δὲ, ἀγκώνων θέσει καὶ παραθέσει.

ἱμάτιον, εὐσταλέως, εὐκρινέως, ἴσως, ὁμοίως, ἀγκῶσιν, ὤμοισιν.

πρὸς δὲ τὸ χειριζόμενον, τοῦ μὲν πρόσω καὶ ἐγγὺς, καὶ τοῦ ἄνω, καὶ τοῦ κάτω, καὶ ἔνθα ἔνθα, μέσον.

τοῦ μὲν πρόσω καὶ ἐγγὺς ὅριον, ἀγκῶνας ἐς μὲν τὸ πρόσθεν γούνατα μὴ ἀμείβειν, ἐς δὲ τὸ ὄπισθεν, πλευράς: τοῦ δὲ ἄνω, μὴ ἀνωτέρω μαζῶν ἄκρας

χεῖρας ἔχειν: τοῦ δὲ κάτω, μὴ κατωτέρω, ὡς τὸ στῆθος ἐπὶ γούνασιν ἔχοντα, ἔχειν ἄκρας χεῖρας ἐγγωνίους πρὸς βραχίονας: τὰ μὲν κατὰ μέσον οὕτως: τὰ δὲ ἔνθα, ἔνθα, μὴ ἔξω τῆς ἔδρης, κατὰ λόγον δὲ τῆς ἐπιτροφῆς προσβαλλόμενον τὸ σῶμα, καὶ τοῦ σώματος τὸ ἐργαζόμενον.

ἑστεῶτα δὲ, ἰδεῖν μὲν ἐπ᾽ ἀμφοτέρων βεβῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις, δρῇν δὲ τῷ ἑτέρῳ ἐπιβεβῶτα, μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα: ὕψος γούνα τος πρὸς βουβῶνας, ὡς ἐν ἕδρῃ: καὶ τὰ ἄλλα ὅρια τὰ αὐτά.

δὲ χειριζόμενος τῷ χειρίζοντι τῷ ἄλλῳ τοῦ σώματος μέρει ὑπηρετείτω, ἑστεὼς, καθήμενος, κείμενος, ὅκως ἂν Ρ῾ήϊστα, δεῖ, σχῆμα ἔχων διατελέῃ, φυλάσσων ὑπόῤΡ῾υσιν,

ὑπόστασιν, ἔκτρεψιν, καταντίαν, ὡς δεῖ, σώζηται καὶ σχῆμα καὶ εἶδος τοῦ χειριζομένου, ἐν παρέξει, ἐν χειρισμῷ, ἐν τῇ ἔπειτα ἕξει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: