previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


18.

Ὁκόσοισι δὲ ἀποστάσιες γίγνονται ἐκ τῶν περιπλευμονικῶν νουσημάτων παρὰ τὰ ὦτα, καὶ ἐκπυέουσιν, ἐς τὰ κάτω χωρία, καὶ συριγγοῦνται, οὗτοι περιγίγνονται.

ἐπισκέπτεσθαι δὲ χρὴ τὰ τοιαῦτα ὧδε: ἢν τε πυρετὸς ἔχῃ, καὶ ὀδύνη μὴ παύηται, καὶ τὸ πτύελον μὴ ἐκχωρέῃ κατὰ λόγον, μηδὲ χολώδεες αἱ τῆς κοιλίης διαχωρήσιες, μηδὲ εὔλυτοί τε καὶ ἄκρητοι γίγνοιντο, καὶ μηδὲ τὸ οὖρον πουλύ τε κάρτα καὶ πολλὴν

ὑπόστασιν ἔχον, ὑπηρετέηται δὲ πεοιεστικῶς ὑπὸ τῶν λοιπῶν πάντων τῶν περιεστικῶν σημείων, τουτέοισι χρὴ τὰς τοιαύτας ἀποστάσιας ἐλπίζειν ἔσεσθαι.

γίγνονται δὲ αἱ μὲν ἐς τὰ κάτω χωρία, οἷσιν ἂν περὶ τὰ ὑποχόνδρια τοῦ φλέγματός τι ἐγγένηται: αἱ δὲ ἄνω, οἷσι τὸ ὑποχόνδριον λαπαρόν τε καὶ ἀνώδυνον διατελέῃ, δύσπνοος δέ τινα χρόνον γενόμενος παύσηται, ἄτερ φανερῆς προφάσιος ἄλλης.

αἱ δὲ ἀποστάσιες αἱ ἐς τὰ σκέλεα ἐν τῇσι περιπλευμονίῃσι τῇσιν ἰσχυρῇσί τε καὶ ἐπικινδύνοισι λυσιτελέες μὲν πᾶσαι, ἄρισται δὲ αἱ τοῦ πτυέλου ἐν μεταβολῇ ἐόντος γιγνόμεναι: εἰ γὰρ τὸ οἴδημα καὶ ὀδύνη γίγνοιτο, τοῦ πτυέλου ἀντὶ ξανθοῦ πυώδεος γενομένου καὶ ἐκχωρέοντος ἔξω, οὕτως ἂν ἀσφαλέστατα τε ἄνθρωπος περιγίγνοιτο, καὶ ἀπόστασις ἀνώδυνος τάχιστα παύσαιτο: εἰ δὲ τὸ πτύελον μὴ ἐκχωρέοι καλῶς, μηδὲ τὸ οὖρον ὑπόστασιν ἀγαθὴν ἔχον φαίνοιτο, κίνδυνος χωλὸν γενέσθαι τὸ

ἄρθρον πολλὰ πρήγματα παρασχεῖν.

ἢν δὲ ἀφανίζωνται καὶ παλινδρομέωσιν αἱ ἀποστάσιες, τοῦ πτυλου μὴ ἐκχωρέοντος, καὶ τοῦ πυρετοῦ ἔχοντος, δεινόν: κίνδος γὰρ μὴ παραφρονήσῃ καὶ ἀποθάνῃ ἄνθρωπος.

τῶν δὲ ἐμπύων τῶν ἐκ τῶν περιπλευμονικῶν οἱ γεραίτεροι μᾶλλον ἀπόλλυνται: ἐκ δὲ τῶν ἄλλων ἐμπυημάτων οἱ νεώτεροι μᾶλλον ἀποθνήσκουσι.

ὁκόσοι δὲ τῶν

ἐμπύων καίονται τέμνονται, οἷσιν ἂν καθαρὸν μὲν το πῦον καὶ λευκὸν καὶ μὴ δυσῶδες, σώζονται: οἷσι δὲ ὕφαιμόν τε καὶ βορβορῶδες, ἀπόλλυνται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: