previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


2.

ἕλκεϊ νεοτρώτῳ παντὶ, πλὴν ἐν κοιλίῃ, ξυμφέρει ἐκ τοῦ τρώματος αἷμα Ρ῾υῆναι αὐτίκα πλέον ἔλασσον: φλεγμαίνει γὰρ ἧσσον αὐτὸ τὸ ἕλκος καὶ τὰ περιέχοντα.

καὶ ἀπὸ τῶν πεπαλαιωμένων ἑλκέων ξυμφέρει αἷμα ποιέειν ἀποῤΡ῾έειν πυκνὰ, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, καὶ ἀπ᾽ αὐτῶν τῶν ἑλκέων καὶ τῶν περιεχόντων τὸ ἕλκος, ἄλλως τε καὶ ἢν ἐν κνήμῃ ἔῃ τὸ ἕλκος ἐν δακτύλῳ ποδὸς χειρὸς, μᾶλλον κου ἄλλοθι τοῦ σώματος: γίνεται γὰρ, ἀποῤΡ῾έοντος τοῦ αἵματος, ξηρότερα καὶ μείονα ἰσχναινόμενα: κωλύει γὰρ μάλιστα μὲν τὰ τοιαῦτα ἕλκεα ὑγιαίνεσθαι, ἔπειτα δὲ καὶ τἄλλα ξύμπαντα αἵματος σηπεδὼν, καὶ τι ἐξ αἵματος μεταστάσιος γεγένηται.

ξυμφέρει δὲ μετὰ τὴν τοῦ αἵματος ἀποῤΡ῾οὴν ἐπὶ τῶν τοιούτων ἑλκέων καὶ σπόγγον ἐπιδεῖν πυκνὸν καὶ μαλθακὸν, τετμημένον, ξηρότερον ὑγρότερον, καὶ ἐπὶ τῷ σπόγγῳ ἄνωθεν φύλλα συχνὰ τίθεσθαι.

ἔλαιον δὲ καὶ ὅσα μαλθακώδεα ἐλαιώδεά ἐστι φάρμακα, οὐ ξυμφέρει τοῖσι τοιούτοισιν ἕλκεσιν, ἢν μὴ πάνυ ἤδη πρὸς ὑγιείην τείνῃ.

οὐδὲ τοῖσι νεοτρώτοισιν ἕλκεσι ξυμφέρει ἔλαιον, οὐδὲ μαλθακώδεα οὐδὲ στεατώδεα φάρμακα, ἄλλως τε καὶ τι ἂν δέηται ἕλκος πλείονος καθάρσιος: τὸ δὲ ξύμπαν εἰπεῖν, ἐλαίῳ τὴν χρῆσιν ποιέεσθαι καὶ ἐν θέρει καὶ ἐν χειμῶνι, πρὸς τῶν τοιούτων φαρμάκων δεόμεθα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: