Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1.
τῶν ἀνθρώπων αἱ κεφαλαὶ οὐδὲν ὁμοίως σφίσιν αὐταῖς,
οὐδὲ αἱ Ρ῾αφαὶ τῆς κεφαλῆς πάντων κατὰ ταὐτὰ πεφύκασιν.
ἀλλ᾽
ὅστις μὲν ἔχει ἐκ τοῦ ἔμπροσθεν τῆς κεφαλῆς προβολὴν ῾ἡ δὲ προβολή ἐστι τὸ τοῦ ὀστέου ἐξέχον στρογγύλον παρὰ τὸ ἄλλὀ,
τουτέου εἰσὶν αἱ Ρ῾αφαὶ πεφυκυῖαι ἐν τῇ κεφαλῇ,
ὡς γράμμα τὸ ταῦ,
Τ,
γράφεται:
τὴν μὲν γὰρ βραχυτέρην γραμμὴν ἔχει πρὸ τῆς προβολῆς ἐπικαρσίην πεφυκυῖαν:
τὴν δ᾽ ἑτέρην γραμμὴν ἔχει διὰ
μέσης τῆς κεφαλῆς κατὰ μῆκος πεφυκυῖαν ἐς τὸν τράχηλον αἰεί.
ὅστις δ᾽ ὄπισθεν τῆς κεφαλῆς τὴν προβολὴν ἔχει,
αἱ Ρ῾αφαὶ τουτέῳ
πεφύκασι τἀναντία ἢ τῷ προτέρῳ:
ἡ μὲν γὰρ βραχυτέρη γραμμὴ
πρὸ τῆς προβολῆς πέφυκεν ἐπικαρσίη:
ἡ δὲ μακροτέρη διὰ μέσης
τῇς κεφαλῆς πέφυκε κατὰ μῆκος ἐς τὸ μέτωπον αἰεί.
ὅστις δὲ
ἀμφοτέρωθεν τῆς κεφαλῆς προβολὴν ἔχει,
ἐκ τε τοῦ ἔμπροσθεν καὶ
ἐκ τοῦ ὄπισθεν,
τουτέῳ αἱ Ρ῾αφαί εἰσιν ὁμοίως πεφυκυῖαι ὡς
γράμμα τὸ ἦτα, ,
γράφεται:
πεφύκασι δὲ τῶν γραμμέων αἱ
μὲν μακραὶ,
πρὸ τῆς προβολῆς ἑκατέρης ἐπικάρσιαι πεφυκυῖαι:
ἡ δὲ βραχείη διὰ μέσης τῆς κεφαλῆς κατὰ μῆκος πρὸς ἑκατέρην τελευτῶσα τὴν μακρὴν γραμμήν.
ὅστις δὲ μηδ᾽ ἑτέρωθι μηδεμίαν προβολὴν ἔχει,
οὗτος ἔχει τὰς Ρ῾αφὰς τῆς κεφαλῆς,
ὡς γράμμα τὸ χῖ,
Χ,
γράφεται:
πεφύκασι δὲ αἱ γραμμαὶ,
ἡ μὲν
ἑτέρη ἐπικαρσίη πρὸς τὸν κρόταφον ἀφίκουσα:
ἡ δὲ ἑτέρη,
κατὰ
μῆκος διὰ μέσης τῆς κεφαλῆς.
Δίπλοον δ᾽ ἐστὶ τὸ ὀστέον κατὰ μέσην
τὴν κεφαλήν:
σκληρότατον δὲ καὶ πυκνότατον αὐτέου πέφυκεν τό
τε ἀνώτατον,
ᾗ ἡ ὁμοχροίη τοῦ ὀστέου ἡ ὑπὸ τῇ σαρκὶ,
καὶ τὸ κατώτατον τὸ πρὸς τῇ μήνιγγι,
ᾗ ἡ ὁμοχροίη τοῦ
ὀστέου ἡ κάτω:
ἀποχωρέον δὲ ἀπὸ τοῦ ἀνωτάτου ὀστέου καὶ
τοῦ κατωτάτου,
ἀπὸ τῶν σκληροτάτων καὶ πυκνοτάτων ἐπὶ τὸ
μαλθακώτερον καὶ ἧσσον πυκνὸν καὶ ἐπικοιλότερον ἐς τὴν
διπλόην αἰεί.
ἡ δὲ διπλόη κοιλότατον καὶ μαλθακώτατον καὶ
μάλιστα σηραγγῶδές ἐστιν.
ἔστι δὲ καὶ πᾶν τὸ ὀστέον τῆς
κεφαλῆς,
πλὴν κάρτα ὀλίγου τοῦ τε ἀνωτάτου καὶ τοῦ κατωτάτου,
σπόγγῳ ὅμοιον:
καὶ ἔχει τὸ ὀστέον ἐν ἑωυτῷ ὁκοῖα σαρκία
πολλὰ καὶ ὑγρὰ,
καὶ εἴ τις αὐτὰ διατρίβοι τοῖσι δακτύλοισιν,
αἷμα
ἂν διαγίγνοιτο ἐξ αὐτέων.
ἔνι δ᾽ ἐν τῷ ὀστέῳ καὶ φλέβια
λεπτότερα καὶ κοιλότερα,
αἵματος πλέα.
σκληρότητος μὲν οὖν
καὶ μαλθακότητος καὶ κοιλότητος ὧδε ἔχει.