previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


12.

ὅταν δὲ τύχῃ ψιλωθὲν τὸ ὀστέον τῆς σαρκὸς ὑπὸ τοῦ βέλεος, καὶ τύχῃ κατ᾽ αὐτὰς τὰς Ρ῾αφὰς γενόμενον τὸ ἕλκος, χαλεπὸν γίγνεται καὶ τὴν ἕδρην τοῦ βέλεος φράσασθαι τὴν ἐν τῷ ἄλλῳ ὀστέῳ φανερὴν γιγνομένην, εἴτ᾽ ἔνεστιν ἐν τῷ ὀστέῳ, εἴτε μὴ ἔνεστιν, καὶ ἢν τύχῃ γενομένη ἕδρη ἐν αὐτέῃσι τῇσι Ρ῾αφῇσιν.

Ξυγκλέπτεται γὰρ αὐτὴ Ρ῾αφὴ τρηχυτέρη ἐοῦσα τοῦ

ἄλλου ὀστέου, καὶ οὐ διάδηλον τι τε αὐτοῦ Ρ῾αφή ἐιν, καὶ τι τοῦ βέλεος ἕδρη, ἢν μὴ κάρτα μεγάλη γένηται ἕδρη.

προσγίνεται δὲ καὶ Ρ῾ῆξις τῇ ἕδρῃ ὡς ἐπὶ τὸ πουλὺ, τῇ ἐν τῇσι Ρ῾αφῇσι γιγνομένῃ, καὶ γίνεται καὶ αὐτὴ Ρ῾ήξις χαλεπωτέρη φράσασθαι, ἐῤΡ῾ωγότος τοῦ ὀστέου, διὰ τοῦτο, ὅτι κατ᾽ αὐτὴν τὴν Ρ῾αφὴν Ρ῾ῆξις γίνεται ἢν Ρ῾ηγνύηται, ὡς ἐπὶ τὸ πουλύ.

ἕτοιμον γὰρ ταύτῃ Ρ῾ήγνυσθαι τὸ ὀστέον καὶ διαχαλᾷν, διὰ τὴν ἀσθένείην

τῆς φύσιος τοῦ ὀστέου ταύτῃ καὶ διὰ τὴν ἀραιότητα, καὶ δὴ ἅτε τῆς Ρ῾αφῆς ἑτοίμης ἐούσης Ρ῾ήγνυσθαι καὶ διαχαλᾷν: τὰ δ᾽ ἄλλα ὀστέα, τὰ περιέχοντα τὴν Ρ῾αφὴν, μένει ἀῤΡ῾αγέα, ὅτι ἰσχυρότερά ἐστι τῆς Ρ῾αφῆς.

δὲ Ρ῾ῆξις κατὰ τὴν Ρ῾αφὴν γινομένη καὶ διαχάλασίς ἐστι τῆς Ρ῾αφῆς, καὶ φράσασθαι οὐκ εὐμαρὴς,

οὔτε ἢν ὑπὸ ἕδρης τοῦ βέλεος γενομένης ἐν τῇ Ρ῾αφῇ Ρ῾αγῇ καὶ διαχαλάσῃ, οὔτε ἢν, φλασθέντος τοῦ ὀστέου κατὰ τὰς Ρ῾αφὰς, Ρ῾αγῇ καὶ διαχαλάσῃ: ἀλλ᾽ ἔτι χαλεπώτερον φράσασθαι τὴν ἀπὸ τῆς φλάσιος Ρ῾ωγμήν.

Ξυγκλέπτουσι γὰρ τὴν γνώμην καὶ τὴν ὄψιν τοῦ ἰητροῦ αὗται αἱ Ρ῾αφαὶ Ρ῾ωγμοειδέες φαινόμεναι, καὶ τρηχύτεραι ἐοῦσαι τοῦ ἄλλου ὀστέου, ὅτι μὴ ἰσχυρῶς διεκόπη, καὶ διεχάλασεν: διακοπὴ δὲ καὶ ἕδρη τωὐτόν ἐστιν.

ἀλλὰ χρὴ, εἰ κατὰ τὰς Ρ῾αφὰς τὸ τρῶμα γένοιτο καὶ πρός γε τὸ ὀστέον καὶ ἐς τὸ ὀστέον στηρίξειε τὸ βέλος, προσέχοντα τὸν νόον, ἀνευρίσκειν τι πέπονθε τὸ ὀστέον.

ἀπὸ γὰρ ἴσων τε βελέων τὸ μέγεθος καὶ ὁμοίων, καὶ πολλὸν ἐλασσόνων, καὶ ὁμοίως τρωθεὶς καὶ πολὺ ἧσσον, πολλῷ μέζον ἐκτήσατο τὸ κακὸν ἐν τῷ ὀστέῳ ἐς τὰς Ρ῾αφὰς δεξάμενος τὸ βέλος, μὴ ἐς τὰς Ρ῾αφὰς δεξάμενος.

καὶ τουτέων τὰ πολλὰ πρίεσθαι δεῖ: ἀλλ᾽ οὐ χρὴ αὐτὰς τὰς Ρ῾αφὰς πρίειν, ἀλλ᾽ ἀποχωρήσαντα ἐν τῷ πλησίον ὀστέῳ τὴν πρίσιν ποιέεσθαι, ἢν πρίῃς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: