previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


19.

ὅστις δὲ μέλλει ἐκ τρωμάτων ἐν κεφαλῇ ἀποθνήσκειν, καὶ

μὴ δυνατὸν αὐτὸν ὑγιᾶ γενέσθαι, μηδὲ σωθῆναι, ἐκ τῶνδε τῶν σημείων χρὴ τὴν διάγνωσιν ποιέεσθαι τοῦ μέλλοντος ἀποθνήσκειν, καὶ προλέγειν τὸ μέλλον ἔσεσθαι.

πάσχει γὰρ τάδε: ὁκόταν τις ὀστέον κατεηγὸς, ἐῤΡ῾ωγὸς, πεφλασμένον, ὅτῳ γοῦν τρόπῳ κατεηγὸς μὴ ἐννοήσας ἁμάρτῃ, καὶ μήτε ξύσῃ, μήτε πρίσῃ, δεόμενον, μεθῇ δὲ ὡς ὑγιέος ὄντος τοῦ ὀστέου, πρὸ τῶν τεσσαρεσκαίδεκα ἡμερέων πυρετὸς ἐπιλήψεται ὡς ἐπὶ πουλὺ ἐν χειμῶνι: ἐν δὲ τῷ θέρει μετὰ τὰς ἑπτὰ ἡμέρας πυρετὸς ἐπιλαμβάνει.

καὶ ἐπειδὰν τοῦτο γένηται, τὸ ἕλκος ἄχροον γίνεται: καὶ ἐξ αὐτοῦ ἰχὼρ Ρ῾έει σμικρός: καὶ τὸ φλεγμαῖνον ἐκτέθνηκεν ἐξ αὐτοῦ: καὶ γλισχρῶδες γίνεται,

καὶ φαίνεται ὥσπερ τάριχος, χροιὴν πυῤΡ῾ὸν, ὑποπέλιον: καὶ τὸ ὀστέον σφακελίζειν τηνικαῦτα ἄρχεται, καὶ γίνεται περκνὸν, λευκὸν ὂν, τελευταῖον δὲ ἔπωχρον γενόμενον ἔκλευκον.

ὅταν δ᾽ ἤδη ὑπόπυον , ἐπὶ τῇ γλώσσῃ φλυκταῖναι γίνονται, καὶ παραφρονέων τελευτᾷ.

καὶ σπασμὸς ἐπιλαμβάνει τοὺς πλείστους τὰ ἐπὶ θάτερα τοῦ σώματος: ἢν μὲν ἐν τῷ ἐπ᾽ ἀριστερὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπὶ δεξιὰ τοῦ σώματος σπασμὸς λαμβάνει: ἢν δ᾽ ἐν τῷ ἐπὶ δεξιὰ τῆς κεφαλῆς ἔχῃ τὸ ἕλκος, τὰ ἐπ᾽ ἀριστερὰ τοῦ σώματος σπασμὸς ἐπιλαμβάνει.

εἰσὶ δ᾽ οἳ καὶ ἀπόπληκτοι γίνονται.

καὶ οὕτως ἀπόλλυνται πρὸ ἑπτὰ ἡμερέων ἐν θέρει, τεσσάρων καὶ δέκα ἐν χειμῶνι.

ὁμοίως δὲ τὰ σημεῖα ταῦτα σημαίνει, καὶ ἐν πρεσβυτέρῳ ἐόντι τῷ τρώματι, καὶ ἐν νεωτέρῳ.

ἀλλὰ χρὴ, εἰ ἐννοοίης τὸν πυρετὸν ἐπιλαμβάνοντα, καὶ τῶν ἄλλων τι σημεῖον τούτῳ προσγενόμενον, μὴ διατρίβειν, ἀλλὰ πρίσαντα τὸ ὀστέον πρὸς τὴν μήνιγγα, καταξύσαντα τῷ ξυστῆρι ῾εὔπριστον δὲ γίνεται καὶ εὔξυστον̓, ἔπειτα τὰ λοιπὰ οὕτως ἰητρεύειν, ὅκως ἂν δοκέῃ ξυμφέρειν, πρὸς τὸ γινόμενον ὁρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Charles Darwin Adams, 1868)
hide References (13 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: