previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


35.

ἢν δὲ Ρ῾ὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατήξιος ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν Ρ῾ῖνα μάλιστα: ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη, καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαῤΡ῾ωγὰς δὲ καὶ διαλείψιας ποικιλωτάτας τοῦ χρωτὸς Ρ῾ομβοειδέας.

ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον εὐχειρίην ἐπιτηδεύοντες ἄσμενοι Ρ῾ινὸς κατεαγυίης ἐπιτυγχάνουσιν, ὡς ἐπιδήσωσιν.

μίαν μὲν οὖν ἡμέρην, δύο, ἀγάλλεται μὲν ἰητρὸς, χαίρει δὲ ἐπιδεδεμένος: ἔπειτα ταχέως μὲν ἐπιδεδεμένος κορίσκεται, ἀσηρὸν γὰρ τὸ φόρημα: ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν,

ὅτι ἐπίσταται ποικίλως Ρ῾ῖνα ἐπιδέειν.

ποιέει δὲ ἐπίδεσις τοιαύτη πάντα τἀναντία τοῦ δέοντος: τοῦτο μὲν γὰρ, ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν, δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμώτεροι ἂν ἔτι εἶεν: τοῦτο δὲ, ὅσοισι παραστρέφεται ἔνθα ἔνθα Ρ῾ὶς, κατὰ τὸν χόνδρον, ἀνωτέρω, δηλονότι οὐδὲν αὐτοὺς ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον: οὐχ οὕτω γὰρ εὖ ξυναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς Ρ῾ινὸς, καίτοι οὐδὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: