Hide browse bar
Your current position in the text is marked in blue. Click anywhere in the
line to jump to another position:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
49.
πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσοιτο,
ὧν τὰ μὲν
ἰσχυρὰ ἀσινέα ἐστὶ,
καὶ καθ᾽ ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ
νουσήματος,
τὰ δὲ ἀσθενέστερα σινάμωρα,
καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα,
καὶ κοινωνέοντα τῷ ἄλλῳ σώματι ἐπὶ
πλέον.
ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν:
οἷσι
μὲν γὰρ ἂν καταγῇ πλευρὴ,
μία ἢ πλέονες,
ὡς τοῖσι πλείστοισι
κατάγνυται,
μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ ἔσω μέρος,
μηδὲ ψιλωθέντα,
ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν:
ἀτὰρ οὐδὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν,
οὐδὲ ἔμπυοι πολλοὶ γίνονται,
οὐδὲ ἔμμοτοι,
οὐδὲ ἐπισφακελίσιες
τῶν ὀστέων:
δίαιτά τε φαύλη ἀρκέει:
ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς,
κενεαγγέειν κάκιον τοῖσι τοιούτοισιν,
ἢ μὴ κενεαγγέειν,
καὶ ἐπωδυνέστερον,
καὶ πυρετωδέστερον,
καὶ βηχωδέστερον:
τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης,
διόρθωμα τῶν πλευρέων
γίνεται:
ἡ δὲ κένωσις κρεμασμὸν τῇσι πλευρῇσι ποιέει:
ὁ δὲ κρεμασμὸς,
ὀδύνην.
ἔξωθέν τε αὖ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν
ἀρκέει:
κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα,
ὁμαλὴν
τὴν ἐπίδεσιν ποιέεσθαι,
ἢ καὶ ἐριῶδές τι προσεπιθέντα.
κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσιν:
ταχεῖαι γὰρ αἱ ἐπιπωρώσιες
τῶν τοιουτέων ὀστέων.