previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


3.

ἢν δὲ νοσέοντα ἤδη τὴν σύριγγα παραλάβῃς, λαβὼν σκορόδου φύσιγγα νεαρὴν, ἀνακλίνας τὸν ἄνθρωπον ὕπτιον, τὰ σκέλεα διαγαγὼν τὸ μὲν ἔνθα, τὸ δὲ ἔνθα, τὴν φύσιγγα καθιέναι ἔστ᾽ ἂν προσκόψῃ, μετρῆσαί τε τὸ βάθος τῆς συρίγγος τῇ φύσιγγι, καὶ σεσέλιος δὲ Ρ῾ίζαν κόψας ὡς λεπτοτάτην, ὕδωρ ἐπιχέας, βρέχειν τέσσαρας ἡμέρας: καὶ προνηστεύσας πινέτω μέλιτι παραμίσγων τὸ ὕδωρ κατὰ τρεῖς κυάθους: ἐν τούτῳ κάθαιρε καὶ τὰς ἀσκαρίδας.

ὁκόσοι δ᾽ ἂν καταλείφθωσιν ἀθεράπευτοι, θνήσκουσιν.

ἔπειτα ὀθόνιον βύσσινον τιθυμάλλου ὀπῷ τοῦ μεγάλου δεύσας, καταπάσσων ἄνθος χαλκοῦ ὀπτὸν τετριμμένον, στροβίλην ποιήσας ἴσην τῇ σύριγγι τὸ μῆκος,

Ρ῾άμμα διεὶς δι᾽ ἄκρας τῆς στροβίλης καὶ αὖθις διὰ τῆς φύσιγγος, ὕπτιον κατακλίνας τὸν ἄνθρωπον, κατοπτῆρι κατιδὼν τὸ διαβεβρωμένον τοῦ ἀρχοῦ, ταύτῃ τὴν φύσιγγα διεῖναι: καὶ ὁκόταν παρακύψῃ ες τὸν ἀοχὸν, ἐπιλαμβανόμενος ἕλκειν, ἄχρις οὗ στροβίλη διωσθῇ καὶ ἰσωθῇ τῷ τε ἄνω καὶ τῷ κάτω: ἐπὴν δὲ ἐσωσθῇ, βάλανον ἐνθεὶς κερατίνην ἐς τὸν ἀρχὸν, γῆ διαχρίσας σμηκτρίδι, τὸν ἀρχον ἐᾷν: ἐπὴν δὲ ἀποπατέη, ἐξαιρέειν καὶ αὖθις προστιθέναι, ἕως ἂν πεμπταίη γένηται: ἕκτῃ δὲ ἡμέρῃ ἐξαιρέειν, ἕλκων τὴν στροβίλην ἔξω τῆς σαρκός: καὶ τρίψαι στυπτηρίην μετὰ ταῦτα, καὶ πλήσας τὴν βάλανον καὶ ἐς τὸν ἀρχὸν ἐμβαλὼν, ἐᾷν ἄχρις οὗ στυπτηρίη ὑγρὴ γένηται: τὸν δὲ ἀρχὸν σμύρνῃ ἀλείφειν, ἄχρις οὗ ἂν δοκέῃ ξυμπεφυκέναι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: