previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


29.

Ὁκόσοισι δὲ μείζονος ὀστέου ἀπόστασις ἐπίδοξος γένηται, ἤν τε ἐξ ἀρχῆς προγνῷς, ἤν τε καὶ ἔπειτα μεταγνῷς, οὐκ ἔτι τῆς αὐτῆς ἰητρείης δεῖται: ἀλλὰ τὰς μὲν κατατάσιας, καὶ τὰς διορθώσιας οὕτω ποιέεσθαι, ὥσπερ εἴρηται: σπλῆνας δὲ χρὴ διπλοῦς, πλάτος μὲν ἡμισπιθαμιαίους, μὴ ἐλάσσους ῾ὁκοῖον δὲ ἄν τι καὶ τὸ τρῶμα , πρὸς τοῦτο τεκμαίρεσθαἰ, μῆκος δὲ βραχυτέρους μὲν μὴ ὀλίγῳ, ὥστε δὶς περιικνέεσθαι περὶ τὸ τετρωμένον, μακροτέρους δὲ συχνῷ, ὥστε ἅπαξ περιικνέεσθαι, πλῆθος δὲ, ὁκόσους ἂν ξυμφέρῃ, ποιησάμενον, τούτους ἐν οἴνῳ μέλανι αὐστηρῷ βρέχοντα, χρὴ ἐκ μέσου ἀρχόμενον, ὡς ἀπὸ δύο ἀρχῶν ὑποδεσμὶς ἐπιδεῖται, περιελίσσειν, κἄπειτα σκεπαρνηδὸν παραλλάσσοντα τὰς ἀρχὰς ἀφιέναι.

ταῦτα κατά τε αὐτὸ τὸ ἕλκος ποιέειν, καὶ κατὰ τὸ ἔνθεν καὶ ἔνθεν τοῦ ἕλκεος: καὶ πεπιέχθω μὲν μὴ, ἀλλ᾽ ὅσον ἑρμασμοῦ ἕνεκεν τοῦ ἕλκεος

προσκείσθω.

ἐπὶ δὲ αὐτὸ τὸ ἕλκος ἐπιτιθέναι χρὴ πισσηρὴν, τι τῶν ἐναίμων, τι τῶν ἄλλων φαρμάκων, τι ξύντροφόν ἐστιν ἐπιτέγξει.

καὶ ἢν μὲν ὥρη θερινὴ , ἐπιτέγγειν τῷ οἴνῳ τοὺς σπλῆνας πυκνά: ἢν δὲ χειμερινὴ ὥρη , εἰρία πουλλὰ Ρ῾υπαρὰ, νενοτισμένα οἴνῳ καὶ ἐλαίῳ, ἐπικείσθω.

Ἰξαλῆν δὲ χρὴ ὑποτετάσθαι, καὶ εὐαπόῤΡ῾υτα ποιέειν, φυλάσσοντα τοὺς ὑποῤΡ῾όους, μεμνημένον ὅτι οἱ τόποι οἱ ἐν τοῖσιν αὐτοῖσι σχήμασι πολλὸν χρόνον κείμενοι, ἐκτρίμματα δυσάκεστα ποιέουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: