next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


1.

ὀστέων φύσις: δακτύλων μὲν ἁπλᾶ καὶ ὀστέα καὶ ἄρθρα: χειρὸς δὲ καὶ ποδὸς πουλλὰ, ἄλλα ἀλλοίως συνηρθρωμένα: μέγιστα δὲ τὰ ἀνωτάτω: πτέρνης δὲ ἓν οἷον ἔξω φαίνεται, πρὸς δὲ αὐτὴν οἱ ὀπίσθιοι τένοντες τείνουσιν.

κνήμης δὲ δύο, ἄνωθεν καὶ κάτωθεν ξυνεχόμενα, κατὰ μέσον δὲ διέχοντα σμικρόν: τὸ ἔξωθεν, κατὰ τὸν σμικρὸν δάκτυλον λεπτότερον βραχεῖ, πλεῖστον δὲ ταύτῃ διεχούσῃ καὶ σμικροτέρῃ Ρ῾οπῇ κατὰ γόνυ, καὶ τένων ἐξ αὐτοῦ πέφυκεν, παρὰ τὴν ἰγγύην ἔξω: ἔχουσι δὲ κάτωθεν κοινὴν ἐπίφυσιν, πρὸς ἣν ποὺς κινέεται: ἄλλην δὲ ἄνωθεν ἔχουσιν ἐπίφυσιν, ἐν τὸ τοῦ μηροῦ ἄρθρον κινέεται, ἁπλόον καὶ εὐσταλὲς ὡς ἐπὶ μήκει: εἶδος κονδυλῶδες, ἔχον ἐπιμυλίδα: αὐτὸς δ᾽ ἔγκυ ρτος ἔξω καὶ ἔμπροσθεν: δὲ κεφαλὴ ἐπίφυσίς ἐστι στρογγύλη, ἐξ ἧς τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ τοῦ ἰσχίου πέφυκεν: ὑποπλάγιον δὲ καὶ τοῦτο προσήρτηται, ἧσσον δὲ βραχίονος.

τὸ δ᾽ ἰσχίον προσίσχεται πρὸς τῷ μεγάλῳ σπονδύλῳ τῷ παρὰ τὸ ἱερὸν ὀστέον, χονδρονευρώδει δεσμῷ.

ῥάχις δὲ ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου μέχρι τοῦ μεγάλου σπονδύλου κυφή:

κύστις τε καὶ γονὴ καὶ ἀρχοῦ τὸ ἐγκεκλιμένον, ἐν τούτῳ: ἀπὸ δὲ τούτου ἄχρι φρενῶν ἦλθεν ἰθύλορδος, καὶ αἱ ψόαι κατὰ τοῦτο: ἐντεῦθεν δὲ ἄχρι τοῦ μεγάλου σπονδύλου, τοῦ ὑπὲρ τῶν ἐπωμίδων, ἰθυκυφής: ἔτι δὲ μᾶλλον δοκέει, ἐστίν: αἱ γὰρ ὄπισθεν τῶν σπονδύλων ἀποφύσιες ταύτῃ ὑψηλόταται: τὸ δὲ τοῦ αὐχένος ἄρθρον, λορδόν.

σπόνδυλοι δὲ ἔσωθεν ἄρτιοι πρὸς ἀλλήλους, ἀπὸ δὲ τῶν ἔξωθεν χόνδρων νεύρῳ συνεχόμενοι: δὲ ξυνάρθρωσις αὐτῶν, ἐν τῷ ὄπισθεν τοῦ νωτιαίου: ὄπισθεν δὲ ἔχουσιν ἔκφυσιν ὀξείην, ἔχουσαν ἐπίφυσιν χονδρώδεα, ἔνθεν νεύρων ἀπόφυσις καταφερὴς, ὥσπερ καὶ οἱ μύες παραπεφύκασιν ἀπὸ αὐχένος ἐς ὀσφὺν, πληρεῦντες δὲ πλευρέων καὶ ἀκάνθης τὸ μέσον.

πλευραὶ δὲ κατὰ τὰς διαφύσιας τῶν σπονδύλων νευρίῳ προσπεφύκασιν ἀπ᾽ αὐχένος ἐς ὀσφὺν ἔσωθεν, ἐπίπροσθεν δὲ κατὰ τὸ στῆθος, χαῦνον καὶ μαλθακὸν τὸ ἄκρον ἔχουσαι: εἶδος Ρ῾αιβοειδέστατον τῶν ζώων: στενότατος γὰρ ταύτῃ ἄνθρωπος ἐπ᾽ ὄγκον: δὲ δὴ πλευρῇσιν ἔκφυσις πλαγίη βραχείη καὶ πλατείη, ἐφ᾽ ἑκάστῳ σπονδύλῳ νευρίῳ προσπεφύκασιν.

στῆθος δὲ ξυνεχὲς αὐτὸ ἑωυτῷ, διαφύσιας ἔχον πλαγίας, πλευραὶ προσήρτηνται, χαῦνον δὲ καὶ χονδρῶδες.

Κληῗδες

δὲ περιφερέες ἐς τοὔμπροσθεν, ἔχουσαι πρὸς μὲν τὸ στῆθος βραχείας κινήσιας, πρὸς δὲ τὸ ἀκρώμιον συχνοτέρας.

ἀκρώμιον δὲ ἐξ ὠμοπλατέων πέφυκεν, ἀνομοίως τοῖσι πλείστοισιν.

Ω᾿μοπλάτη δὲ χονδρώδης τὸ πρὸς Ρ῾άχιν, τὸ δ᾽ ἄλλο χαύνη, τὸ ἀνώμαλον ἔξω ἔχουσα, αὐχένα δὲ καὶ κοτύλην ἔχουσα χονδρώδεα, ἐξ ἧς αἱ πλευραὶ κίνησιν ἔχουσιν, εὐαπόλυτος ἐοῦσα ὀστέων, πλὴν βραχίονος.

τούτου δὲ ἐκ τῆς κοτύλης νευρίῳ κεφαλὴ ἐξήρτηται, χόνδρου χαύνου περιφερῆ ἐπίφυσιν ἔχουσα: αὐτὸς δ᾽ ἔγκυρτος ἔξω καὶ ἔμπροσθεν, πλάγιος, οὐκ ὀρθὸς πρὸς κοτύλην.

τὸ δὲ πρὸς ἀγκῶνα αὐτοῦ, πλατὺ καὶ κονδυλῶδες καὶ βαλβιδῶδες καὶ στερεὸν, ἔγκοιλον ὄπισθεν, ἐν κορώνη ἐκ τοῦ πήχεος, ὅταν ἐκταθῇ χεὶρ, ἔνεστιν: ἐς τοῦτο καὶ τὸ ναρκῶδες νεῦρον, ἐκ τῆς διαφύσιος τῶν τοῦ πήχεος ὀστέων, ἐκ μέσων, ἐκπέφυκε καὶ περαίνεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: