previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


20.

μηροῦ ἄρθρον ἐκπίπτει κατὰ τρόπους τέσσαρας: ἔσω πλεῖστα, ἔξω δεύτερον, τὰ δ᾽ ἄλλα ὁμοίως.

σημεῖα: κοινὸν μὲν τὸ ἕτερον σκέλος: ἴδιον δὲ τοῦ μὲν εἴσω: παρὰ τὸν περίνεον ψαύεται κεφαλὴ, ξυγκάμπτουσιν οὐχ ὁμοίως, δοκέει δὲ μακρότερον τὸ σκέλος, καὶ πουλὺ, ἢν μὴ ἐς μέσον ἀμφότερα ἄγων παρατείνῃς: καὶ γὰρ οὖν ἔξω ποὺς καὶ τὸ γόνυ Ρ῾έπει.

ἢν μὲν οὖν ἐκ γενεῆς ἐν αὐξήσει ἐκπέσῃ, βραχύτερος μηρὸς, ἧσσον δὲ κνήμη, κατὰ λόγον δὲ τἄλλα: μινύθουσι δὲ σάρκες, μάλιστα δὲ ἔξω.

οὗτοι κατοκνέουσιν ὀρθοῦσθαι, καὶ εἰλέονται ἐπὶ τὸ ὑγιές: ἢν δὲ ἀναγκάζωνται, σκίμπονι ἑνὶ δυσὶν ὁδοιπορέουσι, τὸ δὲ σκέλος αἴρουσιν: ὅσῳ γὰρ μεῖον, τόσῳ Ρ῾ᾷον.

ἢν δ᾽ ηὐξημένοισι, τὰ μὲν ὀστέα μένει, αἱ δὲ σάρκες μινύθουσιν, ὡς προείρηται: ὁδοιπορέουσι δὲ περιστροφάδην: ὡς βόες, ἐν δὲ τῷ κενεῶνι καμπύλοι, ἐπὶ τὸ ὑγιὲς ἐξίσχιοι ἐόντες:

τῷ μὲν γὰρ ἀνάγκη ὑποβαίνειν, ὡς ὀχέῃ, τῷ δ᾽ ἀποβαίνειν ῾οὐ γὰρ δύναται ὀχέειν̓, ὥσπερ οἱ ἐν ποδὶ ἕλκος ἔχοντες.

κατὰ δὲ τὸ ὑγιὲς, πλάγιον ξύλῳ τῷ σώματι ἀντικοντέουσι, τὸ δὲ σιναρὸν τῇ χειρὶ ὑπὲρ τοῦ γούνατος καταναγκάζουσιν, ὡς ὀχέειν ἐν τῇ μεταβάσει τὸ σῶμα.

ἰσχίων κάτωθεν, εἰ χρῆται, κάτωθεν ἧσσον μινύθει καὶ ὀστέα, μᾶλλον δὲ σάρκες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: