previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


9.

εὖ γε μὴν γνόντα, ὅτι ἐς τὰ κατάντη καὶ ἀπόξη φεύγει

πᾶς ἐπίδεσμος, οἷον, κεφαλῆς μὲν τὸ ἄνω, κνήμης δὲ τὸ κάτω.

ἐπιδεῖν δεξιὰ ἐπ᾽ ἀριστερὰ, ἀριστερὰ ἐπὶ δεξιὰ, πλὴν τῆς κεφαλῆς: ταύτην δὲ κατ᾽ ἴξιν.

τὰ δ᾽ ὑπεναντία, ἀπὸ δύο ἀρχέων: ἢν δὲ ἀπὸ μιῆς, ἐφ᾽ ὅμοιον ἐς τὸ μόνιμον, οἷον τὸ μέσον τῆς κεφαλῆς, τι ἄλλο τοιοῦτον.

τὰ δὲ κινεύμενα, οἷον ἄρθρα, ὅπη μὲν ξυγκάμπτεται, ὡς ἥκιστα, καὶ εὐσταλέστατα περιβάλλειν, οἷον ἰγνύῃ: ὅπη δὲ περιτείνεται, ἁπλᾶ τε καὶ πλατέα, οἷον μύλῃ: προσπεριβάλλειν δὲ καταλήψιος μὲν τῶν περὶ ταῦτα εἵνεκα, ἀναλήψιος δὲ τοῦ ξύμπαντος ἐπιδέσμου, ἐν τοῖσιν ἀτρεμέουσι

καὶ λαπαρωτέροισι τοῦ σώματος, οἷον τὸ ἄνω καὶ τὸ κάτω τοῦ γούνατος: ὁμολογέει δὲ ὤμου μὲν περὶ τὴν ἑτέρην μασχάλην περιβολὴ, βουβῶνος δὲ, περὶ τὸν ἕτερον ενεῶνα, καὶ κνήμης, ὑπὲρ γαστροκνημίης.

Ὁκόσοισι μὲν ἄνω φυγὴ, κάτωθεν ἀντίληψις: οἷσι δὲ κάτω, τοὐναντίον: οἷσι δὲ μὴ ἔστι, οἷον κεφαλῇ, τουτέων ἐν τῷ ὁμαλωτάτῳ τὰς καταλήψιας ποιέεσθαι, καὶ ἥκιστα λοξῷ τῷ ἐπιδέσμῳ χρέεσθαι, ὡς τὸ μονιμώτατον ὕστατον περιβληθὲν τὰ πλανωδέστατα κατέχῃ.

Ὁκόσοισι δὲ τοῖσιν ὀθονίοισι μὴ εὐκαταλήπτως, μηδὲ εὐαναλήπτως ἔχει, Ρ῾άμμασι τὰς ἀναλήψιας ποιέεσθαι ἐκ καταβολῆς ξυῤΡ῾αφῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: