next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. Α. προοίμιον.

χρονίων νούσων πόνος μὲν πουλὺς, χρόνος δὲ μακρὸς συντήξιος, καὶ ἀβέβαιος ἄλθεξις. γὰρ οὐδ᾽ ἐξηλάθησαν ἐς τὸ πάμπαν, ἐπὶ σμικρῇ ἁμαρτωλῇ παλινδρομέουσι αἱ νοῦσοι. οὔτε γὰρ ἀτρεμέειν οἱ νοσέοντες τολμέουσι ἐς τέλος: ἀτὰρ ἠδὲ ἁμαρτάνουσι ἐν τῇσι μακρῇσι διαίτῃσι, κἢν ἀτρεμέωσι: ἢν δὲ καὶ πόνος ἔῃ ἐπιπόνου ἰήσιος, δίψης, λιμοῦ, φαρμάκων πικρῶν καὶ ὀδυνωδέων, τομῆς, καύσιος, ὧνπέρ ἐστι ἐν τῇσι δολιχῇσι νούσοισι χρέος, ὑποδιδρήσκουσι οἱ κάμνοντες, ὡς θανάτου δῆθεν αὐτέου ὀρεγόμενοι . ἔνθα δὴ ἀρετὴ διαείδεται ἀνδρὸς ἰητροῦ, καὶ μακροθυμίης, καὶ ποικιλίης, καὶ χάριτος ἀβλαβοῦς τῶν ἡδέων, καὶ παραιφάσιος: ἀτὰρ καὶ τὸν νοσέοντα χρὴ ἄλκιμον ἔμμεναι, καὶ ξυνίστασθαι τῷ ἰητρῷ κατὰ τοῦ νοσήματος. οὐ γὰρ τοῦ σώματος μοῦνον ἀπρὶξ λαβόμενον ταχὺ ἀνασμύχει τε καὶ δάπτει, ἀλλὰ ἐς πολλὰ καὶ τὴν αἰσθησίην ἐκτρέπει, ἀλλὰ καὶ τὴν ψυχὴν ἐκμαίνει ἀκρασίῃ τοῦ σώματος. τοιήνδε τὴν μανίην καὶ τὴν μελαγχολίην ἴσμεν, περὶ ὧν αὖθις ἐρέω: τανῦν δ᾽ ἀμφὶ κεφαλαίης φράσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: