previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ε. Θεραπεία παροξυσμοῦ Ἐπιληπτικῶν.

τῆς ἐπιληψίης ὀλεθρίη μὲν πρωτίστη κατάπτωσις, ἢν ὀξέως εἰσβάλλῃ νοῦσος. ἔκτεινε γάρ κοτε καὶ ἡμέρῃ μιῇ. κινδυνώδεες δὲ καὶ οἱ ἐν τῇσι περιόδοισι παροξυσμοί. διὰ τάδε μὲν ὦν καὶ ἐν τοῖσι ὀξέσι καταγέγραπται ἐπιληψίη : ἢν δὲ ἐς μελέτην μὲν ἥκῃ τοῦ κακοῦ ὥνθρωπος, δὲ νοῦσος ἀπρὶξ ἐμφῦσα ἔχηται, οὐ χρονίη μοῦνον γίγνετα ι, ἀλλὰ μετεξετέροισι αἰωνίη. ἢν γὰρ ὑπερβάλλῃ τὴν ἀκμὴν τῆς ἡλικίης, ξυγγηρᾷ τε καὶ ξυναποθήσκει.

ὁκόσα μὲν ὦν ὡς χρονίῃ ἐστὶν ἰητήρια ἐν τοῖσι χρονίοισι λελέξεται: ὁκόσα δὲ ἐς τὸ τάχος τοῦ ὀλέθρου πρηκτέα, τῶνδε τὰ πλεῦνα μὲν ἐπὶ τοῖσι ἀποπληκτικοῖσι λέλεκται, φλεβοτομίη, κλύσματα, χρίσιες, σικύη. τάδε γὰρ ἐς ἀνέγερσιν δυνατώτατα . ὁκόσα δὲ ἴδια καταπτώσιος ἄκεα, τάδε νῦν φράσω. παιδίοισι μὲν ὦν οἷσι ἐκ διαφθορῆς, ἐκ ψύξιος ἰσχυρῆς, ξύνηθες τὸ πάθος, ἔμετος, σιτίων, φλέγματος, ἄλλου χυμοῦ τινος ὀνηϊστόν. πτίλα δὲ ἰρίνῳ μύρῳ δευθέντα ναυτίην ἐρεθίζει: ἀτὰρ καὶ τὸ ἴρινον οὐκ ἄχρηστον εἰς τὴν τῶν παρισθμίων χρίσιν. ξυμπιέζειν δὲ τὴν λαγόνα πρηέως ἐπὶ γαστέρα ἐκκρεμὲς προβάλλοντα τὸ παιδίον. τόδε γὰρ τὸ σχῆμα πρὸς ἔμετον Ρ῾ήϊστον : ἢν δὲ καὶ σπᾶται διαστρέφηται τὴν κάτω γνάθον, τὼ χεῖρε καὶ τὰ σκέλεα Ρ῾ίπτηται, καὶ ξύμπας τιταίνηταί οἱ ὢψ, τὰ γυῖα ψηλαφίῃ ξὺν λίπαϊ μαλθάσσειν , ἀπιθύνειν τε τῆς ὄψιος τὰ διάστροφα:

[p. 154] πρηέως δὲ διακρατέειν, ὡς μὴ διαστρέφηται τὰ ἰθέα. τὰ ψυχρὰ πυριῆν πιναροῖσι ἐρίοισι παλαιοῖσι τρύχεσι : διαχρίειν τε τὴν ἕδρην μέλιτι ξὺν πηγανίνῳ ἐλαίῳ, ξὺν νίτρῳ, Ρ῾ητίνῃ ὑγρῇ ξὺν τοῖσδε, καὶ διωθεῖν πρηέως ἔσω τῆς ἕδρης. τάδε γὰρ φυσέων ἀγωγά: φύσας δὲ διεξίουσι ἐπὶ τῆσδε τῆς νούσου παῖδες. ἢν δὲ καταπίνειν δύνωνται, διδόναι τοῦδε τοῦ φαρμάκου: καρδαμώ μου μέρος ἕν, χαλκοῦ κερ. ά. τάδε ξὺν μελικρή τῳ πιπίσκειν. γὰρ ἐξήμεσαν ξὺν τοῖσι ἐν τῷ στομάχῳ πιέζουσι, ὑπηλάθη γαστήρ. ἄριστον δὲ ἔκλευγμα καὶ τόδε: τοῦ καρδαμώμου , καὶ σινήπιος, καὶ ὑσσώπου τῆς κόμης ἶσα, ἴριδος τῆς Ρ῾ίζης μέρος α, ξὺν νίτρου διπλασίῳ, πεπέριος ἐς τρίτον, μέλιτι φυράσαν τα ὁμοῦ τὰ πάντα, διαστήσαντα τὴν γένυν ἐς τὸ στόμα ἐγχέειν, ἀτὰρ καὶ ἔτι προσωτέρωτῶν παρισθμίων, ὅκως καταπίοιεν. τάδε μὲν ὦν παιδίοισι: τοῖσι δὲ νεηνίῃσι καὶ τάδε ξύμφορα. ἀτὰρ καὶ φάρμακα δυνατώτερα ἐς ἔμετον αἱρέεσθαι, ναρκίσσου βολβοὺς, σινήπιος καὶ ὑσσώπουἶσα, καὶ χαλκοῦ καὶ πεπέριος, μοίρης τῶν προτέρων ἐς ἥμισυ, σὺν μέλιτι φυράσαντα διδόναι : τάδε μὲν ὦν ἐς ἀνέγερσιν τοῦ παροξυσμ οῦ : τὰ δὲ ἐς λύσιν τοῦ νοσήματος ἐν τοῖσι χρονίοισι λελέξεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: