previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ς. Θεραπεία Τετάνου.

νῦν μάλα χρὴ κοίτην μαλακὴν, εὐαφέα, λείην, προσηνέα, θερμὴν ἔμμεναι. ἀπηνέα γὰρ καὶ σκληρὰ καὶ τιταινόμενα τὰ νεῦρα ὑπὸ τῆς νούσου γίγνεται . ἀτὰρ καὶ τὸ δέρμα πᾶν καρφαλέον καὶ τρηχὺ περιτέταται, τὰ πρόσθεν εὔτροχα βλέφαρα μόγις τοῖσι ὀφθαλμοῖσι ἐπιμύει. ὀφθαλμοὶ δὲ ἀτενέες, ἐνδεδινημένοι. ἀτὰρ καὶ τὰ ἄρθρα ξυνδέδεται οὐ κινεύμενα τῇ τάσι. ἔστω δὲ καὶ οἶκος ἀλεεινὸς, κἢν θέρεος , μὴ μέχρι ἱδρώτων, ἐκλύσιος. ἐς συγκοπὴν γὰρ νοῦσος [p. 155] Ρ῾έπει. χρὴ δὲ μηδὲ ἐς τὰ ἄλλα τὰ μεγάλα ἄκεα μέλλειν : οὐ γὰρ καιρὸς ἀμβολῆς. εἴτε ὦν διὰ ψύξιν ἄνευ φανερῆς προφάσιος γένοιτο τέτανος, εἴτε ἐπὶ τρώματι, εἴτε ἐπ᾽ ἀμβλώσει γυναικὸς, φλέβα τὴν ἐπ᾽ ἀγκῶνι τάμνειν. προμηθευόμενον καὶ τὴν πίεσιν τοῦ βραχίονος ἐν τῇ ἐπιδέσι, ὡς ἐς ἄνεσιν ἔχοι, καὶ τὴν τομὴν ὡς εὐαφέως καὶ Ρ῾ηϊδίως γένοιτο. τάδε γὰρ σπασμῶν προκλήσιες : καὶ ἐσάπαξ ἀφαιρέειν εὐμέτρως, μὴ μέχρι λειποθυμίης καὶ περιψύξιος. μηδ᾽ ἐπ᾽ ἀσιτίης ἔῃ: ψυχρὸν καὶ ξηρὸν λιμός. διδόναι ὦν μελικρή του παχέος ἀκρητεστέρου, καὶ πτισάνης χυλοῦ ξὺν μέλιτι. τάδε γὰρ καὶ παρισθμίοισι ἐς ἔκθλιψιν ἀπονώτατα, καὶ στομάχῳ ἐς κατάποσιν λεῖα καὶ Ρ῾ήϊστα, καὶ ἐς μάλθαξιν κοιλίης μαλακώτατα , καὶ ἐς δύναμιν δυνατώτατα : τὸ δὲ ξύμπαν σκῆνος ἐρίοισι κατειλίχθω δεδευμένοισι ἐλαίῳ γλευκίνῳ, κροκίνῳ, ἐν οἷς λιβανωτὶς, κόνυζα, ἀρτεμισίη ἐνήψηται. καὶ τὰ πάντα θερμὰ ἐς δύναμιν καὶ ἐς θίξιν ἔστω: χρίειν δὲ τῷ διὰ τῆς λημνήστιδος, καὶ εὐφορβίου, καὶ νίτρου, καὶ πυρέθρου ἀλείμματι: προσβάλλειν δὲ τοῖσδε τοῦ καστορίου συχνόν: εὖ δὲ καὶ τοὺς τένοντας ξυλλαμβ άνειν τοῖσι ἐρίοισι, καὶ χρίειν καὶ τὰ παρ᾽ οὖς καὶ ἀνθερεῶνα. τάδε γὰρ μάλιστα πάσχειτε δεινὰ καὶ τείνει.1 πυριῆν δὲ κούφοις θερμάσμασι τένοντας καὶ κύστιν, μαρσίποις ἔχουσι κέγχρον πεφωγμένην, κύστεσι βοῶν ἐλαίου θερμοῦ ἡμιπληρέσι, ὡς εἰς πλάτος ἐπικέηνται τῶν πυριωμένων χωρίων. ἐβιήσατό κοτε ἀνάγκη πυριῆσαι κεφαλὴν, οὐκ ἀσφαλὲς μὲν αἰσθήσεσι, νεύροισι δὲ ἀγαθόν. τάσδε μὲν γὰρ ὀμίχλης ἐπ᾽ ἀναφορῇ ἀτμῶν πίμπλησι, ἀνίησι δὲ τὰ νεῦρα.2 χρὴ οὖν τῷ τρόπῳ

[p. 156] τε τῆς πυρίης ὡς ἀσφαλεστάτῳ χρέεσθαι, καὶ ὕλῃ μὴ σφόδρα βαρυόδμῳ μιῇ: ἀλλὰ ὕλη μὲν ἔστω ἔλαιον τὸ ἐν κύστεσι ἄκνισον ἐν διπλῷ ἀγγείῳ ἑψηθὲν, ἅλες λεπτοὶ ἐν τῷ μαρσιπίῳ. κέγχρος γὰρ καὶ λίνου σπέρμα εὐαφέα μὲν, ἀτμώδεα δὲ καὶ βαρύοδμα. τρόπος δὲ πυρίης: ὑποτετάσθαι δεῖ τοῖς τένουσι ὑπτίοισι τὰ πυριάματα ἄχρι τῆς κορυφῆς : προσωτέρω δὲ ἐπὶ τὸ βρέγμα μὴ προβαίνειν. τόδε γὰρ τὸ χωρίον ἁπάσης μὲν τῆς αἰσθήσιός ἐστι κοινὸν καὶ ἀπὸ τοῦδε πᾶσαι αἱ ἀφέσιες ὠφελίης τε καὶ βλάψιος : ἢν δὲ ἐπιπλάσσειν δέῃ τοὺς τένοντας, νέρθεν ἔστω τοῦ ἰνίου.3 ἀνωτέρω γὰρ εἰ θείης, τὴν κεφαλὴν πλήσεις ἀτμῶν τοῦ λίνου σπέρματος καὶ τῆς τήλεως: ἐπὶ δὲ τοῖσι ἐπιπλάσμασι ἀγαθὸν σικύη ἐς τὸ ἰνίον τῆς Ρ῾άχιος ἑκατέρωθεν : ἔστω δὲ φειδὼ πολλὴ τῆς φλογός: ὀδυνηρὸν γὰρ καὶ σπασμῶδες τῶν χειλέων τῆς σικύης ἀμφίθλασις . χρὴ ὦν ἐς δηρὸν ἕλκειν καὶ μαλθακῶς μᾶλλον, ἀθρόον ἐν ὀλίγῳ χρόνῳ. ὧδε γὰρ ἄν σοι κυρτωθείη τὸ χωρίον ἀπόνως, ὅπερ ἐπιτάμνειν χρή. τέκμαρ δέ σοι τῆς αἱμάξιος τῆς συμμετρίης δύναμις γιγνέσθω. τάδε μὲν ὦν τῶν ἄνευ ἑλκέων τετάνων τὰ ἄκεα.

ἢν δὲ ἐπὶ τρώματι σπασμὸς γένηται, ὀλέθριον μὲν καὶ δυσέλπιστον: ἀρήγειν δὲ χρή: μετεξέτεροίτε γὰρ καὶ ἐκ τοιῶνδε ἐσώθησαν. χρὴ ὦν, πρὸς τῇ ἄλλῃ ἰητρείῃ καὶ τὰ ἕλκεα ἰῆσθαι, τέγξιθερμαινόντων, ἅσσα μοι λέλεκται, καὶ πυρίῃ καὶ ἐπιπλάσμασι, φαρμάκοισίτε ὁκόσα Ρ῾ηϊδίως θερμαίνειτε καὶ πολλὸν τεύξει πῦον. ξηρὰ γὰρ ἐπὶ τετάνῳ τὰ ἕλκεα. ἔστω ὦν λιβανωτοῦ τῆς μάννης, καὶ πολίου τῆς κόμης, καὶ Ρ῾ητίνης ἀπὸ τερμίνθου καὶ πίτυος τῶν δενδρέων, καὶ ἀλθαίης Ρ῾ίζης, καὶ πηγάνου καὶ κονύζης τῆς βοτάνης. τάδε χρὴ συμμίσγειν τοῖς ἐπιπλάσμασι, τὰ μὲν τήκοντα, τὰ δὲ ἐμπάσσοντα, τὰ δὲ ξὺν ἐλαίῳ προλεαίνοντα: ἐν μελικρή τῳ

[p. 157] δὲ τὴν ἀλθαίηνκεκομμένην προεψεῖν : ἐπιπάσσειν δὲ τῷ ἕλκεϊ καὶ τοῦ καστορίου: οὐ σμικρὴ δὲ ἔνθεν ἀλέη ὅλῳ τῷ σκήνεϊ, ὅτι καὶ τὰ Ρ῾ίγεα τὰ ἀπὸ τῶν ἑλκέων κακοήθεα. ἐγχρίειν δὲ τὰς Ρ῾ῖνας τῷ καστορίῳ ξὺν κροκίνῳ λίπαϊ: ἀλλὰ καὶ πιπίσκειν τοῦδε ξυνεχέως ὁκόσον ὁλκῆς τριώβολον: ἢν δὲ πρὸς τόδε ἀπαυδήσῃ στόμαχος, μεσηγὺ σιλφίου Ρ῾ίζης διδόναι τῆς ὁλκῆς τὸ ἶσον τῷ καστορίῳ, σμύρνης, τοῦ σιλφίου ἥμισυ. ἅπαντα δὲ ξὺν μελικρή τῳ πιπίσκειν. εἰ δὲ εὐπορίη ὀποῦ τοῦ σιλφίου τοῦ ἀπὸ τῆς Κυρήνης γένοιτο, τόνδε χρὴ μέλιτι ἑφθῷ ἐνειλίξαντα, ὁκόσον ὀρόβου μέγεθος, καταπιεῖν διδόναι. ἄριστον γὰρ ὧδε, ὡς τὴν ὑπερώην λάθοι παραλλάξας : δριμὺς γὰρ καὶ τὴν ἐρυγὴν ἀπηνὴς, κάκοδμος ἐών. ἢν δὲ μὴ δύνηται ὧδε καταπιεῖν, μελικρήτῳ λύσαντα διδόναι. ἁπάντων γὰρ τῶν καταποτῶν δυνατώτερον, ὁκόσα πέφυκε ἀλεαίνειν τε καὶ ὑγραίνειν, καὶ ἀνιέναι τῆς τάσιος, καὶ μαλθάσσειν νεῦρα. ἢν δὲ μηδὲν καταπίνωσι, ἐς τὴν ἕδρην ἐγχέειν ξὺν ἐλαίῳ, τοῦ καστορίου. τῷδε καὶ χρίειν τὴν ἕδρην ξὺν λίπαϊ μέλιτι: τῷδε καὶ τὴν κύστιν τέγγειν τε καὶ χρίειν ἐς πάχος ξὺν κηρῷ τήξαντα. ἢν δὲ καὶ φύσας καὶ κόπριον ἄγειν καιρὸς , τῆς ἱερῆς τοῦ καθαρτηρίου ὁλκῆς͵ δύο ξὺν μελικρή τῳ καὶ ἐλαίῳ ἐνιέναι. ξὺν γὰρ τῷ ἄγειν τάδε ἔτι καὶ τὸ ἔντερον καὶ τὴν κάτω κοιλίην ἐκπυριῇ. ποικίλον γὰρ καὶ θερμὸν φάρμακον ἱερή.

1 the common reading, τείνει, Ermerins alters to κτείνει on the authority of a Parisian ms. Maittaire holds τείνει to be an example of an active verb taken in a passive signification (ed. Wigan). We would render it by tenduntur, cntenduntur, “we are on the stretch.” Similar examples are in Latin; as, “prora avertit.” Virg. aen ... 104.

2 i have adopted the conjectural arrangement of the words introduced by Ermerins.

3 the common reading, ὄρθιον ἔστω τὸ ἰνίον, is altered as above by the joint labours of Wigan and Ermerins.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: