previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ιγ᾽. Θεραπεία Ἥπατος.

ἥπατι ἕλκος ἔοι ὀλέθριον. χαλεπωτάτη δὲ ἐς τὴν γαστέρα ξύρροια τοῦ πύου, ἢν τὸν στόμαχον ἴσχῃ ὁδὸν ἐς τὴν ἄνω φορήν. τροφὴ γὰρ αἰτίη τοῦ ζῆν: τροφῆς δὲ ἡγεμὼν [p. 225] στόμαχος: ποτὶ καὶ τὰ φάρμακα ὅδε τοῖσι εἴσω διαφέρει. ἢν ὦν πρὸς ἅπαντα μὲν ὄκνος καταπόσιος ἔλθῃ, θᾶσσον ἐκθανεῖν ἀνάγκη νόσῳ τε καὶ λιμῷ. γνώματα δὲ ἑκάστου χώρου, ὅπη τὸ πῦον τρέψεται, ἕτερα καὶ ἕτερα. ἤν τε δι᾽ ἐντέρων ἥκῃ, στρόφοι, γαστὴρ ὑγρὴ, φλέγματα καὶ χολὴ, ἔπειτα ξὺν περιρροῇ αἱμάλωψ, περίπλυσις ὁκοίη κρεῶν ὠμῶν: ἢν δὲ ἐς κύστιν ἔῃ, βάρος ἐν νεφροῖσι καὶ ὀσφύϊ. τὰ μὲν ὦν πρῶτα πολλὰ καὶ χολοβαφέα: ἔπειτα θολερὰ, ἀνυπόστατα καὶ ἀκατάστατα : ἐπὶ πᾶσι δὲ καὶ ὑπόστασις λευκὴ παρείη. ἢν δὲ ἐς στόμαχον ἄνω Ρ῾έπῃ, ναυτίη, ἀποσιτίη, ἔμετοι φλέγματος, χολῆς, λειποθυμίη , σκοτοδινίη, μέσφι ξυρραγῇ.

μάλιστα μὲν ὦν ἀποτρέπειν τήνδε: πονηρὴ γὰρ ὁδός. ἢν δὲ τὸ πῦον βιαιότερον Ρ῾εύσῃ, χρὴ πάντα ποιέειν καὶ τῷ στομάχῳ ἀρήγειν καὶ τροφῇσι, καὶ φαρμάκοισι, καὶ διαίταις, πάντα μειλίχως. φαρμάκοισι ἐς τὴν τοῦ κόλπου Ρ῾αγήν: βοτάνης τῆς ὑσσώπου ξὺν μελικρή τῳ πιπίσκειν, καὶ πρασίου τῆς κόμης, καὶ τῆσδε ξὺν μελικρή τῳ καὶ χυλῷ τῆς ἀψίνθου. τάδε μέντοι πρὸ τῶν σιτίων πίνειν χρεὼν, ὡς λεπτὰ μὲν τὰ ὑγρὰ γίγνηται, εὔροα δὲ τὰ χωρία, εὔρηκτα δὲ τὰ ἔμπυα σώματα. διδόναι καὶ ὄνου γάλα, λεῖον, ἄχολον, εὔτροφον, ἐς τυρὸν ἀσύστατον, ἥπερ ἐστὶ γάλακτος ἀρετή. προστίθει δὲ καὶ χάριτας πόματος καὶ σίτου. κἢν μικρῷ χείρω τῶν ὠφελεύντων ἔωσι, διδόναι, — ἔσται γὰρ διέξοδος ναυτιώδεϊ καὶ ἀτέρπεϊ ὑγρῷ: — μετεξετέρους γὰρ τοῦ πύου δίοδος βλάψαι. μήπω τι καὶ ἀπόσιτοι ἔσονται : κἤν τι λάβωσι εὐημέες. χρὴ δὲ καὶ ἐπὶ τῇσι ἄλλῃσι ἐκροῇσι παντοίην μελέτην τοῦ στομάχου ποιέεσθαι: ὅδε γὰρ πάντων φαρμάκων ὁδός: μεμνῆσθαι δὲ καὶ τοῦ ἥπατος χρεὼν, ἔνθα τῶν ἐλκέων ἐστὶ Ρ῾ίζα.1 ἢν δὲ ἐς κύστιν ὁρμᾷ, οὐρητικοῖσι [p. 226] ἐξάγειν, ἀσάρου τῆς Ρ῾ίζης, καὶ φοῦ, καὶ ἀδιάντου, καὶ μήου, τῶν ἐμπότων. τάδε μέντοι ξὺν μελικρή τῳ πιπίσκειν : ποικίλον μὲν τὸ Βηστίνου φάρμακον, καὶ τὸ διὰ τῶν φυσαλίδων ἄριστον, ἠδ᾽ ὁκόσα διὰ πείρης τισὶ ἐπαινέεται. ἢν δὲ δι᾽ ἐντέρων ἄγῃς, τὸ ἀγωγὸν ἔχεις γάλα, μάλιστα μὲν ὄνου, ἢν δὲ μὴ, αἰγὸς, μήλων. χυλοὶ δὲ ὀλισθηροὶ καὶ σμηγματώδεες, τῆς πτισάνης : ὄψα, πέπερι, ζιγγίβερι, λιγυστικόν . ἀθρόον δὲ εἰρῆσθαι ἀμφὶ πάσης διαίτης, ἐπὶ πάσῃ συρρήξι, τροφαὶ μὲν εὔχυμοι, εὐστόμαχοι , εὔπεπτοι: χυλοὶ, οἱ διὰ γάλακτος πόλτοι, ἄμυλος, ἰτρία ξὺν γάλακτι.

1 Though I have not ventured to alter the text, I must say that I think the true reading would be φλεβῶν, instead of ἑλκέων. I cannot see the significance of the latter, whereas the former is of frequent use with our author as applied to the liver.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: