previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ζ. Θεραπεία Κοιλιακῶν.

ἢν τῶν σιτίων ἀκρατὴς κοιλίη ἔῃ, διαρρέῃ δὲ τροφὴ ἄπεπτος, ἄθρεπτος, ὠμὴ, καὶ μηδὲν εἰς τὸν ὄγκον ἀνίῃ, κοιλιακοὺς τούσδε κικλήσκομεν. ψύχεϊ μὲν ἐμφύτου τῆς ἐς πέψιν θερμασίης, ἀτονίῃ δὲ τῆς ἐς ἀνάδοσιν δυνάμιος.

χρὴ ὦν τὴν κοιλίην πρώτιστα μὲν πόνων ἀνιέναι ἠρεμίῃ καὶ ἀποσιτίῃ : ὧδε γὰρ παλινδρομέουσι αἱ δυνάμιες. ἢν δὲ καὶ πλήθεος τῶν ἐν τῷ στομάχῳ φαντασίη ἔῃ, νήστεσι ἐμέτοισι χρέεσθαι ἀφ᾽ ὕδατος, μελικρή του : τὴν κοιλίην δὲ σκέπειν καὶ τέγγειν ἐς στῦψιν, ἐρίοισι μὲν τοῖς ἐξ ὄϊος πιναροῖσι: λίπαϊ δὲ, Ρ῾οδίνῳ μύρῳ, τῷ διὰ τῆς οἰνάνθης, μηλίνῳ: ἄριστον, κἢν ἀπὸ τοῦ σχίνου, καὶ ὑποκιστίδι, ὀμφακίῳ : ξὺν τοῖσδε δὲ ἐπιπλάσματα, θερμὰ μὲν ἐς θίξιν, ἐς δύναμιν δὲ στρυφνά : καὶ ἤν πη τοῦ ἥπατος, τῆς κοιλίης κατὰ στόμα ἐντάσιες, φλεγμασίαι ἔωσι, σικύην προσβάλλοντα ἐντάμνειν: καὶ ἔστι οἷσι τόδε μοῦνον ἤρκεσε: ἐπὴν δὲ κηρωτῇσι ἐς ὠτειλὴν ἥκῃ τὰ τρώματα, ἠδὲ ἐπὶ σκληρίῃ κραίνῃ, τῇδε βδέλλας τὰ θηρία προσβάλλειν: ἔπειτα ἐπιθήματα πεπτικὰ τιθέναι, ὁκοῖον τὸ διὰ τῶν σπερμάτων, ἢν ἴσχῃ χαμαιλέοντος Ρ῾ίζαν: ἄριστον καὶ ἔνθα οἱ τῆς δάφνης ἔασι καρποὶ, καὶ τὸ μάλαγμα ἐπίκλησιν τὸ χλωρὸν, καὶ τοὐμὸν τὸ μυστήριον. τάδε γὰρ μαλάσσειτε καὶ ἀμύσσει, καὶ θερμασίην ἐγείρει, καὶ ἄφυσα τὰ σπλάγχνα ποιέει, ὧν περ ἐς στῦψιν χρέος. ἀτὰρ καὶ σίνηπι, καὶ λίμνηστις, καὶ εὐφόρβιον, καὶ ὁκόσα τοιάδε πάντα τὴν μὲν ψῦξιν κωλύει, ἀνάκλησιν δὲ θέρμης ποιέεται. τοιάδε χρὴ καὶ πιπίσκειν φάρμακα ἐς στῦψιν. χρέος μὲν πρώτιστα ... τοῦ ἀρνογλώσσου χυλὸς ξὺν ὕδατι ἐστυμμένῳ μύρτοισι, κυδωνίοισι μήλοισι : ἄριστον καὶ γίγαρτον σταφυλῆς ὀμφακιτίδος: οἶνοι τῶν κάρτα στυφόντων. ἔπειτα δὲ τὰ ἀλθαίνοντα τὴν [p. 235] γαστέρα φάρμακα ποτὰ, ὁκόσα διὰ ζιγγιβέριος καὶ πεπέριος, καὶ σελίνου τοῦ καρποῦ τοῦ ἀγρίου τοῦ ἐν πέτραις, τὸ διὰ τῶν θηρίων τῶν ἐχιδνῶν πεπτικώτατον: ἢν δὲ ἐπὶ τοῖσι μηδὲν, σμικρὸν ἐνδιδῷ, τοῖσι ἀπὸ Ρ῾αφανίδων ἐμέτοισι χρέο: ἢν δὲ καὶ ἐγκρύψῃς ταῖσδε ἐλλεβόρου τοῦ λευκοῦ Ρ῾ίζαν ἐς μίην νύκτα, εὐτονωτάτη ἄν σοι γένοιτο κάθαρσις, ἔς τε τὴν τῶν ὑγρῶν τῶν ψυχρῶν κάθαρσίν τε καὶ ἔκκρισιν, καὶ ἐς τὴν ἔξαψιν τοῦ θερμοῦ.

ἀτὰρ καὶ δίαιτα, καὶ βίος, τοῖσδε ἔστω ξύμμετρα. οἱ ὕπνοι νύκτωρ μὲν, δι᾽ ἡμέρης δὲ περίπατοι, ἀναφωνήσιες, αἰώρη, τε ἐν δάφνῃσι, μυρρίναισι , θύμῳ. ἔχει γάρ τι διαπνοὴ καὶ ἀναπνοὴ τοιῶνδε φάρμακον πεπτήριον : γυμνάσια, τρίψιες, χειρονοσμίη, ἁλτήρων βολαῖσι τοῦ θώρηκος, καὶ τῆς κοιλίης κόποι: προπόσιες : σμικρότατα γὰρ εἰς τόνον εὐσταλὲς ἄρτος. ἐπὶ τῶνδε φοίνιξις, περίπατοι Ρ῾αθυ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: