previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ θ᾽. ΚΑΡΝΕΑΔΗΣ

1 [62] Καρνεάδης Ἐπικώμου Φιλοκώμου, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, Κυρηναῖος. οὗτος τὰ τῶν

Στωικῶν βιβλία ἀναγνοὺς ἐπιμελῶς <καὶ μάλιστα> τὰ Χρυσίππου, ἐπιεικῶς αὐτοῖς ἀντέλεγε καὶ εὐημέρει τοσοῦτον, ὥστε ἐκεῖνο ἐπιλέγειν:

εἰ μὴ γὰρ ἦν Χρύσιππος, οὐκ ἂν ἦν ἐγώ.

φιλόπονος δ᾽ ἄνθρωπος γέγονεν εἰ καί τις ἄλλος, ἐν μὲν τοῖς φυσικοῖς ἧττον φερόμενος, ἐν δὲ τοῖς ἠθικοῖς μᾶλλον. ὅθεν καὶ ἐκόμα καὶ ἔτρεφεν ὄνυχας ἀσχολίᾳ τῇ περὶ τοὺς λόγους. τοσοῦτον δ᾽ ἴσχυσεν ἐν φιλοσοφίᾳ, ὥστε καὶ τοὺς ῥήτορας ἀπολύσαντας ἐκ τῶν σχολῶν παρ᾽ αὐτὸν ἰέναι καὶ αὐτοῦ ἀκούειν.

2 [63] Ἦν δὲ καὶ μεγαλοφωνότατος, ὥστε τὸν γυμνασίαρχον προσπέμψαι αὐτῷ μὴ οὕτω βοᾶν: τὸν δὲ εἰπεῖν, "καὶ δὸς μέτρον φωνῆς." ἔνθεν εὐστόχως ἑλόντα ἀμείψασθαι: φάναι γάρ, "μέτρον ἔχεις τοὺς ἀκούοντας." δεινῶς τ᾽ ἦν ἐπιπληκτικὸς καὶ ἐν ταῖς ζητήσεσι δύσμαχος: τά τε δεῖπνα λοιπὸν παρῃτεῖτο διὰ τὰς προειρημένας αἰτίας. οὗτός ποτε Μέντορος τοῦ Βιθυνοῦ μαθητοῦ ὄντος καὶ παρ᾽ αὐτὸν ἐλθόντος εἰς τὴν διατριβήν, ὡς ἐπείρα αὐτοῦ τὴν παλλακὴν Μέντωρ, καθά φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ, μεταξὺ λέγων παρῴδησεν εἰς αὐτόν:

3 [64] πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής, Μέντορι εἰδόμενος ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν: τοῦτον σχολῆς τῆσδ᾽ ἐκκεκηρῦχθαι λέγω:

καὶ ὃς ἀναστὰς ἔφη:

οἱ μὲν ἐκήρυσσον, τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.

Δειλότερον δέ πως δοκεῖ περὶ τὴν τελευτὴν ἀνεστράφθαι, ὅτε συνεχὲς ἔλεγεν, " συστήσασα φύσις καὶ διαλύσει." μαθών τε Ἀντίπατρον φάρμακον πιόντα ἀποθανεῖν, παρωρμήθη πρὸς τὸ εὐθαρσὲς τῆς ἀπαλλαγῆς καί φησι, "δότε οὖν κἀμοί:" τῶν δὲ εἰπόντων, "τί;" "οἰνόμελι" εἶπεν. τελευτῶντος δ᾽ αὐτοῦ φασιν ἔκλειψιν γενέσθαι σελήνης, συμπάθειαν, ὡς ἂν εἴποι τις, αἰνιττομένου τοῦ μεθ᾽ ἥλιον καλλίστου τῶν ἄστρων.

4 [65] Φησὶ δὲ Ἀπολλόδωρος ἐν Χρονικοῖς ἀπελθεῖν αὐτὸν ἐξ ἀνθρώπων ἔτει τετάρτῳ τῆς δευτέρας καὶ ἑξηκοστῆς καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιώσαντα ἔτη πέντε πρὸς τοῖς ὀγδοήκοντα. φέρονται δ᾽ αὐτοῦ ἐπιστολαὶ πρὸς Ἀριαράθην τὸν Καππαδοκίας βασιλέα. τὰ δὲ λοιπὰ αὐτοῦ οἱ μαθηταὶ συνέγραψαν: αὐτὸς δὲ κατέλιπεν οὐδέν. ἔστι καὶ εἰς τοῦτον ἡμῶν τῷ λογαοιδικῷ μέτρῳ [καὶ Ἀρχεβουλείῳ]:

τί με Καρνεάδην, τί με, Μοῦσα, θέλεις ἐλέγχειν; ἀμαθὴς γὰρ ὃς οὔτι κάτοιδεν ὅπως δεδοίκει τὸ θανεῖν: ὅτε καὶ φθισικήν ποτ᾽ ἔχων κακίστην νόσον, οὐκ ἔθελεν λύσιν ἰσχέμεν: ἀλλ᾽ ἀκούσας ὅτι φάρμακον Ἀντίπατρός τι πιὼν ἀπέσβη, 5 [66] "δότε τόινυν," ἔφησε, "τὶ κἀμὲ πιεῖν." "τί μέντοι; τί;" "δότ᾽ οἰνόμελι." σφόδρα τ᾽ εἶχε πρόχειρα ταυτί:

"φύσις συνέχουσά με καὶ διαλύσεται δή." μὲν οὐδὲν ἔλασσον ἔβη κατὰ γῆς, ἐνῆν δὲ τὰ πλέω κακὰ κέρδε᾽ ἔχοντα μολεῖν ἐς ᾄδου.

Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ

ἀγνοεῖν: κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι: εἰσκομίσαντος δὲ καὶ εἰπόντος, "κεκόμικα," "οὐκοῦν," εἰπεῖν, "σὺ ἀναγίνωσκε."

Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος: περὶ οὗ καὶ λεκτέον.

Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.

1 62

2 63

3 64

4 65

5 66

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: