Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δὲ ἀπαλλάττεσθαι βουλόμενον αὐτὸν ἑστιῶν ὁ Κῦρος ἠξίου μὴ διωθεῖσθαι τὰς παρ᾽ αὐτοῦ φιλοφροσύνας, ἀλλ᾽ αἰτεῖν ὃ βούλοιτο καὶ φράζειν ὡς οὐδενὸς ἁπλῶς ἀποτευξόμενον, ὑπολαβὼν ὁ Λύσανδρος, ‘ἐπεὶ τοίνυν,’ εἶπεν, ‘οὕτως ἔχεις, ὦ Κῦρε, προθυμίας, αἰτοῦμαί σε καὶ παρακαλῶ προσθεῖναι τῷ μισθῷ τῶν ναυτῶν ὀβολόν, ὅπως τετρώβολον ἀντὶ τριωβόλου λαμβάνωσιν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.