Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεμαρτύρει δὲ καὶ τὰ πράγματα: πολλῶν γὰρ τότε προσκρουσμάτων τῇ πόλει καὶ μεγάλων γενομένων, οὐδενὸς ἁπλῶς ἐκεῖνος μετέσχεν, ἀλλὰ περὶ Θρᾴκην μὲν ἡττήθησαν ὑπὸ Χαλκιδέων Καλλιάδου τε καὶ Ξενοφῶντος στρατηγούντων, τὸ δ᾽ Αἰτωλικὸν πταῖσμα συνέβη Δημοσθένους ἄρχοντος, ἐν δὲ Δηλίῳ χιλίους αὑτῶν ἀπέβαλον Ἱπποκράτους ἡγουμένου, τοῦ δὲ λοιμοῦ τὴν πλείστην αἰτίαν ἔλαβε Περικλῆς διὰ τὸν πόλεμον εἰς τὸ ἄστυ κατακλείσας τὸν ἀπὸ τῆς χώρας ὄχλον, ἐκ τῆς μεταβολῆς τῶν τόπων καὶ διαίτης ἀήθους γενομένου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

