previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. εὐρώστως δὲ καὶ τῶν Ῥοδίων ἀμυνομένων, οὐδὲν ἄξιον λόγου πράττων Δημήτριος ὅμως ἐθυμομάχει πρὸς αὐτούς, ὅτι, Φίλας τῆς γυναικὸς αὐτῷ γράμματα καὶ στρώματα καὶ ἱμάτια πεμψάσης, λαβόντες τὸ πλοῖον, ὥσπερ εἶχε, πρὸς Πτολεμαῖον ἀπέστειλαν, καὶ τὴν Ἀθηναίων οὐκ ἐμιμήσαντο φιλανθρωπίαν, οἳ Φιλίππου πολεμοῦντος αὐτοῖς γραμματοφόρους ἑλόντες τὰς μὲν ἄλλας ἀνέγνωσαν ἐπιστολάς, μόνην δὲ τὴν Ὀλυμπιάδος οὐκ ἔλυσαν, ἀλλ̓, ὥσπερ ἦν κατασεσημασμένη, πρὸς ἐκεῖνον ἀπέστειλαν. [2] οὐ μὴν ἀλλά, καίπερ ἐπὶ τούτῳ σφόδρα δηχθεὶς Δημήτριος, εὐθὺς παρασχόντας λαβὴν οὐχ ὑπέμεινεν ἀντιλυπῆσαι τοὺς Ῥοδίους. ἔτυχε γὰρ αὐτοῖς Καύνιος Πρωτογένης γράφων τὴν περὶ τὸν Ἰάλυσον διάθεσιν, καὶ τὸν πίνακα μικρὸν ἀπολείποντα τοῦ τέλος ἔχειν ἔν τινι τῶν προαστείων ἔλαβεν Δημήτριος. πεμψάντων δὲ κήρυκα τῶν Ῥοδίων καὶ δεομένων φείσασθαι καὶ μὴ διαφθεῖραι τὸ ἔργον, ἀπεκρίνατο τὰς τοῦ πατρὸς εἰκόνας ἂν ἐμπρῆσαι μᾶλλον τέχνης πόνον τοσοῦτον. [3] ἑπτὰ γὰρ ἔτεσι λέγεται συντελέσαι τὴν γραφὴν Πρωτογένης. καί φησιν Ἀπελλῆς οὕτως ἐκπλαγῆναι θεασάμενος τὸ ἔργον ὥστε καὶ φωνὴν ἐπιλιπεῖν αὐτόν, ὀψὲ δὲ εἰπεῖν ὅτιμέγας πόνος καὶ θαυμαστὸν τὸ ἔργον,’ οὐ μὴν ἔχειν γε χάριτας δἰ ἃς οὐρανοῦ ψαύειν τὰ ὑπ᾽ αὐτοῦ γραφόμενα. [4] ταύτην μὲν οὖν τὴν γραφὴν εἰς ταὐτὸ ταῖς ἄλλαις συνωσθεῖσαν ἐν Ῥώμῃ τὸ πῦρ ἐπενείματο. τῶν δὲ Π̔οδίων κατεξανισταμένων τοῦ πολέμου, δεόμενον προφάσεως τὸν Δημήτριον Ἀθηναῖοι παραγενόμενοι διήλλαξαν ἐπὶ τῷ συμμαχεῖν Ῥοδίους Ἀντιγόνῳ καὶ Δημητρίῳ πλὴν ἐπὶ Πτολεμαῖον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: