Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς
δίκης ἔργον. Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι
Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν
ἐστι: καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ
ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας
παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν,
καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν
ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ
τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.