previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23. ἐκ τούτου Καῖσαρ μὲν εἰς Ῥώμην ἐκομίζετο, δοκῶν οὐ περιέσεσθαι πολὺν χρόνον ἐκ τῆς ἀρρωστίας, Ἀντώνιος δὲ τὰς πρὸς ἕω πάσας ἐπαρχίας ἀργυρολογήσων διέβαινεν εἰς τὴν Ἑλλάδα, πολλὴν στρατιὰν ἄγων: ὑπεσχημένοι γὰρ ἑκάστῳ στρατιώτῃ δραχμὰς πεντακισχιλίας ἐδέοντο συντονωτέρου χρηματισμοῦ καὶ δασμολογίας. [2] τοῖς μὲν οὖν Ἕλλησιν οὐκ ἄτοπος οὐδὲ φορτικὸς συνηνέχθη τό γε πρῶτον, ἀλλὰ καὶ τὸ παῖζον αὑτοῦ πρὸς ἀκροάσεις φιλολόγων καὶ θεας ἀγώνων καὶ μυήσεις ἔτρεπε, καὶ περὶ τὰς κρίσεις ἦν ἐπιεικής, καὶ φιλέλλην ἀκούων ἔχαιρεν, ἔτι δὲ μᾶλλον φιλαθήναιος προσαγορευόμενος, καὶ τῇ πόλει πλείστας δωρεὰς ἔδωκε. [3] βουλομένων δέ τι καὶ Μεγαρέων καλὸν ἀντεπιδείξασθαι ταῖς Ἀθήναις καὶ τὸ βουλευτήριον ἰδεῖν αὐτὸν ἀξιωσάντων ἀναβὰς καὶ θεασάμενος, ὡς ἐπυνθάνοντο τί δοκοίη, ‘μικρὸν μέν,’ ἔφη, ‘σαπρὸν δέ.’ καὶ τὸν τοῦ Πυθίου νεὼν κατεμέτρησεν ὡς συντελέσων: τοῦτο γὰρ ὑπέσχετο πρὸς τὴν σύγκλητον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: