previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49. ἤδη δ᾽ ὑπέλαμπεν ἡμέρα, καὶ τοῦ στρατοῦ κόσμον ἀρχομένου τινὰ λαμβάνειν καὶ ἡσυχίαν προσέπιπτε τοῖς τελευταίοις τὰ τῶν Πάρθων τοξεύματα, καὶ μάχης σημεῖον ἐδόθη τοῖς ψιλοῖς. οἱ δὲ ὁπλῖται πάλιν ὁμοίως κατερέψαντες ἀλλήλους τοῖς θυρεοῖς ὑπέμενον τοὺς βάλλοντας ἐγγὺς οὐ τολμῶντας συνελθεῖν. [2] ὑπαγόντων δὲ κατὰ μικρὸν οὕτως τῶν πρώτων ποταμὸς ἐφάνη: καὶ τοὺς ἱππεῖς ἐπ᾽ αὐτῷ παρατάξας Ἀντώνιος ἐναντίους τοῖς πολεμίοις διεβίβαζε τοὺς ἀσθενεῖς πρώτους. ἤδη δὲ καὶ τοῖς μαχομένοις ἄδεια καὶ ῥᾳστώνη τοῦ πιεῖν ἦν. ὡς γὰρ εἶδον οἱ Πάρθοι τὸν ποταμόν, τάς τε νευρὰς ἀνῆκαν καὶ θαρροῦντας ἐκέλευον διαπερᾶν τοὺς Ῥωμαίους, πολλὰ τὴν ἀρετὴν αὐτῶν ἐγκωμιάζοντες. [3] διαβάντες οὖν καθ᾽ ἡσυχίαν αὑτοὺς ἀνελάμβανον, εἶτα ὥδευον, οὐ πάνυ τι τοῖς Πάρθοις πιστεύοντες. ἕκτῃ δ᾽ ἡμέρᾳ μετὰ τὴν τελευταίαν μάχην ἐπὶ τὸν Ἀράξην ποταμὸν ἧκον, ὁρίζοντα Μηδίαν καὶ Ἀρμενίαν. ἐφάνη δὲ καὶ βάθει καὶ τραχύτητι χαλεπός: καὶ λόγος διῆλθεν ἐνεδρεύοντας αὐτόθι τοὺς πολεμίους ἐπιθήσεσθαι διαβαίνουσιν αὐτοῖς. [4] ἐπεὶ δὲ ἀσφαλῶς διαπεράσαντες ἐπέβησαν τῆς Ἀρμενίας, ὥσπερ ἄρτι γῆν ἐκείνην ἰδόντες ἐκ πελάγους, προσεκύνουν καὶ πρὸς δάκρυα καὶ περιβολὰς ἀλλήλων ὑπὸ χαρᾶς ἐτρέποντο. προϊόντες δὲ διὰ χώρας εὐδαίμονος καὶ χρώμενοι πᾶσιν ἀνέδην ἐκ πολλῆς ἀπορίας, ὑδερικοῖς καὶ κοιλιακοῖς περιέπιπτον ἀρρωστήμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: