previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

8. πολλῶν δὲ γινομένων καὶ συνεχῶν ἀγώνων ἐν πᾶσι μὲν ἦν διαπρεπής, δὶς δὲ φεύγοντας προτροπάδην τοὺς Καίσαρος ἀπαντησας ἀνέστρεψε καὶ στῆναι καὶ συμβαλεῖν αὖθις τοῖς διώκουσιν ἀναγκάσας ἐνίκησεν. ἦν οὖν αὐτοῦ μετὰ Καίσαρα πλεῖστος ἐν τῷ στρατοπέδῳ λόγος: [2] ἐδήλωσε δὲ Καῖσαρ ἣν ἔχοι περὶ αὐτοῦ δόξαν. ἐπεὶ γὰρ ἔμελλε τὴν τελευταίαν καὶ τὰ ὅλα κρίνασαν ἐν Φαρσάλῳ μάχην μάχεσθαι, τὸ μὲν δεξιὸν αὐτὸς εἶχε κέρας, τοῦ δ᾽ εὐωνύμου τὴν ἡγεμονίαν Ἀντωνίῳ παρέδωκεν, ὡς πολεμικωτάτῳ τῶν ὑφ᾽ ἑαυτῷ. [3] μετὰ δὲ τὴν νίκην δικτάτωρ ἀναγορευθεὶς αὐτὸς μὲν ἐδίωκε Πομπήϊον, Ἀντώνιον δὲ ἵππαρχον ἑλόμενος εἰς Ῥώμην ἔπεμψεν. ἔστι δὲ ἀρχὴ δευτέρα τοῦ δικτάτορος παρόντος: ἂν δὲ μὴ παρῇ, πρώτη καὶ μόνη σχεδόν: γὰρ δημαρχία διαμένει, τὰς δὲ ἄλλας καταλύουσι πάσας δικτάτορος αἱρεθέντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: