previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

5. ἑτέραν δὲ τιμῶσι Λαρεντίαν ἐξ αἰτίας τοιαύτης. νεωκόρος τοῦ Ἡρακλέους ἀλύων ὡς ἔοικεν ὑπὸ σχολῆς, προὔθετο πρὸς τὸν θεὸν διακυβεύειν, ὑπειπὼν ὅτι νικήσας μὲν αὐτὸς ἕξει τι παρὰ τοῦ θεοῦ χρηστόν, ἡττηθεὶς δὲ τῷ θεῷ τράπεζαν ἄφθονον παρέξει καὶ γυναῖκα καλὴν συναναπαυσομένην. [2] ἐπὶ τούτοις τὰς μὲν ὑπὲρ τοῦ θεοῦ θείς, τὰς δ᾽ ὑπὲρ αὑτοῦ ψήφους, ἀνεφάνη νικώμενος. εὐσυνθετεῖν δὲ βουλόμενος καὶ δικαιῶν ἐμμένειν τοῖς ὁρισθεῖσι, δεῖπνόν τε τῷ θεῷ παρεσκεύασε, καὶ τὴν Λαρεντίαν οὖσαν ὡραίαν, οὔπω δ᾽ ἐπιφανῆ μισθωσάμενος, εἱστίασεν ἐν τῷ ἱερῷ κλίνην ὑποστορέσας, καὶ μετὰ τὸ δεῖπνον συνεῖρξεν, ὡς δὴ τοῦ θεοῦ ἕξοντος αὐτήν. [3] καὶ μέντοι καὶ τὸν θεὸν ἐντυχεῖν λέγεται τῇ γυναικί, καὶ κελεῦσαι βαδίζειν ἕωθεν ἐπὶ τὴν ἀγορὰν καὶ τὸν ἀπαντήσαντα πρῶτον ἀσπασαμένην ποιεῖσθαι φίλον. ἀπήντησεν οὖν αὐτῇ τῶν πολιτῶν ἀνὴρ ἡλικίᾳ τε προήκων καὶ συνειλοχὼς οὐσίαν ἱκανήν, ἄπαις δὲ καὶ βεβιωκὼς ἄνευ γυναικός, ὄνομα Ταρρούτιος. [4] οὗτος ἔγνω τὴν Λαρεντίαν καὶ ἠγάπησε, καὶ τελευτῶν ἀπέλιπε κληρονόμον ἐπὶ πολλοῖς καὶ καλοῖς κτήμασιν, ὧν ἐκείνη τὰ πλεῖστα τῷ δήμῳ κατὰ διαθήκας ἔδωκε. λέγεται δ᾽ αὐτὴν ἔνδοξον οὖσαν ἤδη καὶ θεοφιλῆ νομιζομένην ἀφανῆ γενέσθαι περὶ τοῦτον τὸν τόπον, ἐν καὶ τὴν προτέραν ἐκείνην Λαρεντίαν κεῖσθαι. [5] καλεῖται δὲ νῦν τόπος Βήλαβρον, ὅτι τοῦ ποταμοῦ πολλάκις ὑπερχεομένου διεπεραιοῦντο πορθμείοις κατὰ τοῦτο τὸ χωρίον εἰς ἀγοράν: τὴν δὲ πορθμείαν βηλατούραν καλοῦσιν. ἔνιοι δὲ λέγουσι τὴν εἰς τὸν ἱππόδρομον φέρουσαν ἐξ ἀγορᾶς πάροδον ἱστίοις καταπεταννύναι τοὺς τὴν θέαν παρέχοντας, ἐντεῦθεν ἀρχομένους: ῥωμαϊστὶ δὲ τὸ ἱστίον βῆλον ὀνομάζουσι. διὰ ταῦτα μὲν ἔχει τιμὰς δευτέρα Λαρεντία παρὰ Ῥωμαίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1914)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: