previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἰμίλιον δὲ Παῦλον, ὡς ἐξώρμησεν ἐπὶ [p. 382] στρατείαν, πλοῦ μὲν εὐτυχίᾳ καὶ ῥᾳστώνῃ χρήσασθαι πορείας κατὰ δαίμονα τίθημι, σὺν τάχει καὶ μετ᾽ ἀσφαλείας εἰς τὸ στρατόπεδον κομισθέντα: τοῦ δὲ πολέμου καὶ τῆς στρατηγίας αὑτοῦ τὸ μὲν τόλμης ὀξύτητι, τὸ δὲ βουλεύμασι χρηστοῖς, τὸ δὲ φίλων ἐκθύμοις ὑπηρεσίαις, τὸ δὲ τῷ παρὰ τὰ δεινὰ θαρρεῖν καὶ χρῆσθαι λογισμοῖς ἀραρόσιν ὁρῶν διαπεπραγμένον, οὐκ ἔχω τῇ λεγομένῃ τοῦ ἀνδρὸς εὐτυχίᾳ λαμπρὸν ἀποδοῦναι καὶ διάσημον ἔργον οἷον ἑτέρων στρατηγῶν. [2] εἰ μή τις ἄρα τὴν Περσέως φιλαργυρίαν Αἰμιλίῳ τύχην ἀγαθὴν περὶ τὰ πράγματα γενέσθαι φησίν, λαμπρὰ καὶ μεγάλα πρὸς τὸν πόλεμον ἀρθέντα ταῖς ἐλπίσι τὰ Μακεδόνων ἀνέτρεψε καὶ κατέβαλε, πρὸς ἀργύριον ἀποδειλιάσαντος. ἧκον μὲν γὰρ αὐτῷ δεηθέντι Βαστέρναι, μύριοι μὲν ἱππεῖς, μύριοι δὲ παραβάται, μισθοφόροι πάντες, ἄνδρες οὐ γεωργεῖν εἰδότες, οὐ πλεῖν, οὐκ ἀπὸ ποιμνίων ζῆν νέμοντες, ἀλλ᾽ ἓν ἔργον καὶ μίαν τέχνην μελετῶντες ἀεὶ μάχεσθαι καὶ κρατεῖν τῶν ἀντιταττομένων. [3] ὡς δὲ περὶ τὴν Μαιδικὴν καταστρατοπεδεύσαντες ἐπεμίγνυντο τοῖς παρὰ τοῦ βασιλέως ἄνδρες ὑψηλοὶ μὲν τὰ σώματα, θαυμαστοὶ δὲ τὰς μελέτας, μεγάλαυχοι δὲ καὶ λαμπροὶ ταῖς κατὰ τῶν πολεμίων ἀπειλαῖς, θάρσος παρέστησαν τοῖς Μακεδόσι καὶ δόξαν ὡς τῶν Ῥωμαίων οὐχ ὑπομενούντων, ἀλλ᾽ ἐκπλαγησομένων τὴν ὄψιν αὐτὴν καὶ τὴν κίνησιν ἔκφυλον οὖσαν καὶ δυσπρόσοπτον. [4] οὕτω διαθεὶς τοὺς ἀνθρώπους Περσεύς καὶ τοιούτων ἐμπλήσας ἐλπίδων, αἰτούμενος καθ᾽ ἕκαστον ἡγεμόνα [p. 384] χιλίους, πρὸς τὸ γιγνόμενον τοῦ χρυσίου πλῆθος ἰλιγγιάσας καὶ παραφρονήσας ὑπὸ μικρολογίας ἀπείπατο καὶ προήκατο τὴν συμμαχίαν, ὥσπερ οἰκονομῶν, οὐ πολεμῶν Ῥωμαίοις, καὶ λογισμὸν ἀποδώσων ἀκριβῆ τῆς εἰς τὸν πόλεμον δαπάνης οἷς ἐπολέμει: καίτοι διδασκάλους εἶχεν ἐκείνους, οἷς ἄνευ τῆς ἄλλης παρασκευῆς στρατιωτῶν δέκα μυριάδες ἦσαν ἠθροισμέναι καὶ παρεστῶσαι ταῖς χρείαις. [5] δὲ πρὸς δύναμιν ἀνταίρων τηλικαύτην καὶ πόλεμον οὗ τοσοῦτον ἦν τὸ παρατρεφόμενον, διεμέτρει καὶ παρεσημαίνετο τὸ χρυσίον, ἅψασθαι δεδιὼς ὥσπερ ἀλλοτρίων. καὶ ταῦτ᾽ ἔπραττεν οὐ Λυδῶν τις οὐδὲ Φοινίκων γεγονώς, ἀλλὰ τῆς Ἀλεξάνδρου καὶ Φιλίππου κατὰ συγγένειαν ἀρετῆς μεταποιούμενος, οἳ τῷ τὰ πράγματα τῶν χρημάτων ὠνητά, μὴ τὰ χρήματα τῶν πραγμάτων ἡγεῖσθαι πάντων ἐκράτησαν. [6] ἐρρέθη γοῦν ὅτι τὰς πόλεις αἱρεῖ τῶν Ἑλλήνων οὐ Φίλιππος, ἀλλὰ τὸ Φιλίππου χρυσίου. Ἀλέξανδρος δὲ τῆς ἐπ᾽ Ἰνδοὺς στρατείας ἁπτόμενος, καὶ βαρὺν ὁρῶν καὶ δύσογκον ἤδη τὸν Περσικὸν ἐφελκομένους πλοῦτον τοὺς Μακεδόνας, πρώτας ὑπέπρησε τὰς βασιλικὰς ἁμάξας, εἶτα τοὺς ἄλλους ἔπεισε ταὐτὸ ποιήσαντας ἐλαφροὺς ἀναζεῦξαι πρὸς τὸν πόλεμον ὥσπερ λελυμένους. [7] Περσεύς δὲ τὸν χρυσὸν αὐτὸς αὑτοῦ καὶ τέκνων καὶ βασιλείας καταχεάμενος οὐκ ἠθέλησε δι᾽ ὀλίγων σωθῆναι χρημάτων, ἀλλὰ μετὰ πολλῶν κομισθεὶς πλούσιος [p. 386] αἰχμάλωτος ἐπιδείξασθαι Ῥωμαίοις ὅσα φεισάμενος ἐτήρησεν αὐτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: