Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ὀψὲ δ᾽ οὖν ἤδη σχεδὸν ἀπεγνωσμένος ἐκ τῆς
διώξεως προσῄει μετὰ δύο ἢ τριῶν ἑταίρων,
αἵματος καὶ φόνου πολεμίων ἀνάπλεως, ὥσπερ
σκύλαξ γενναῖος, ὑφ᾽ ἡδονῆς ἀκρατῶς τῇ νίκῃ συνεξενεχθείς.
οὗτός ἐστι Σκηπίων ὁ τοῖς ἱκνουμένοις
χρόνοις1 Καρχηδόνα καὶ Νομαντίαν κατασκάψας καὶ πολὺ πρῶτος ἀρετῇ τῶν τότε Ῥωμαίων γενόμενος καὶ δυνηθεὶς μέγιστον. Αἰμιλίῳ μὲν οὖν τὴν τοῦ κατορθώματος νέμεσιν εἰς ἕτερον ἡ τύχη καιρὸν ὑπερβαλλομένη τότε παντελῆ τὴν ἡδονὴν ἀπεδίδου τῆς νίκης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.