Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀνεπήδησε μὲν οὖν εὐθὺς ὁ Ἀγησίλαος ὡς
βοηθήσων: ἐπεὶ δὲ ἔγνω διαπεπραγμένους, αὖθις εἰς τὸ Ἡραῖον ἧκε, καὶ τοὺς Βοιωτοὺς τότε προσελθεῖν κελεύσας, ἐχρημάτιζεν. ὡς δὲ ἀνθυβρίζοντες ἐκεῖνοι τῆς μὲν εἰρήνης οὐκ ἐμέμνηντο, παρεθῆναι δὲ ἠξίουν εἰς Κόρινθον, ὀργισθεὶς ὁ Ἀγησίλαος εἶπεν ‘εἴγε βούλεσθε τοὺς φίλους ὑμῶν ἰδεῖν μέγα φρονοῦντας ἐφ᾽ οἷς εὐτυχοῦσιν, αὔριον ἀσφαλῶς ὑμῖν τοῦτο ὑπάρξει.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.