previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ Τισαφέρνης ἐν ἀρχῇ μὲν [p. 22] φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδάς, ὡς τὰς πόλεις αὐτῷ τὰς Ἑλληνίδας ἀφήσοντος αὐτονόμους βασιλέως, ὕστερον δὲ πεισθεὶς ἔχειν δύναμιν ἱκανὴν ἐξήνεγκε τὸν πόλεμον, ἄσμενος Ἀγησίλαος ἐδέξατο. [2] προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας: καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας, εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων, ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε. [3] καὶ πόλεις μὲν εἷλε συχνὰς καὶ χρημάτων ἀφθόνων ἐκυρίευσεν, ἐπιδεικνύμενος τοῖς φίλοις ὅτι τὸ μὲν σπεισάμενον ἀδικεῖν τῶν θεῶν ἔστι καταφρονεῖν, ἐν δὲ τῷ παραλογίζεσθαι τοὺς πολεμίους οὐ μόνον τὸ δίκαιον, ἀλλὰ καὶ δόξα πολλὴ καὶ τὸ μεθ᾽ ἡδονῆς κερδαίνειν ἔνεστι. τοῖς δὲ ἱππεῦσιν ἐλαττωθεὶς καὶ τῶν ἱερῶν ἀλόβων φανέντων, ἀναχωρήσας εἰς Ἔφεσον ἱππικὸν συνῆγε, τοῖς εὐπόροις προειπών, εἰ μὴ βούλονται στρατεύεσθαι, παρασχεῖν ἕκαστον ἵππον ἀνθ᾽ ἑαυτοῦ καὶ ἄνδρα. [4] πολλοὶ δ᾽ ἦσαν οὗτοι, καὶ συνέβαινε τῷ Ἀγησιλάῳ ταχὺ πολλοὺς καὶ πολεμικοὺς ἔχειν ἱππεῖς ἀντὶ δειλῶν ὁπλιτῶν, ἐμισθοῦντο γὰρ οἱ μὴ βουλόμενοι στρατεύεσθαι τοὺς βουλομένους [p. 24] στρατεύεσθαι, οἱ δὲ μὴ βουλόμενοι ἱππεύειν τοὺς βουλόμενοι ἱππεύειν.1 καὶ γὰρ τὸν Ἀγαμέμνονα ποιῆσαι καλῶς ὅτι θήλειαν ἵππον ἀγαθὴν λαβὼν κακὸν ἄνδρα καὶ πλούσιον ἀπήλλαξε τῆς στρατείας. [5] ἐπεὶ δὲ κελεύσαντος αὐτοῦ τοὺς αἰχμαλώτους ἀποδύοντες ἐπίπρασκον οἱ λαφυροπῶλαι, καὶ τῆς μὲν ἐσθῆτος ἦσαν ὠνηταὶ πολλοί, τῶν δὲ σωμάτων λευκῶν καὶ ἁπαλῶν παντάπασι διὰ τὰς σκιατραφίας γυμνουμένων κατεγέλων ὡς ἀχρήστων καὶ μηδενὸς ἀξίων, ἐπιστὰς Ἀγησίλαος, ‘οὗτοι μέν,’ εἶπεν, ‘ οἷς μάχεσθε, ταῦτα δὲ ὑπὲρ ὧν μάχεσθε.’

1 ἐμισθοῦντο ... ἱππεύειν bracketed by Sintenis2 and Cobet. The sentence is wanting in Apophtheg. Lacon. 12 (Morals, p. 209 b).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1917)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: