Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
προσδοκία γὰρ ἦν μεγάλη τῆς στρατείας: καὶ δεινὸν ἡγεῖτο τοὺς μὲν σὺν Ξενοφῶντι μυρίους ἥκειν ἐπὶ θάλατταν, ὁσάκις ἐβουλήθησαν αὐτοὶ τοσαυτάκις βασιλέα νενικηκότας, αὐτοῦ δὲ Λακεδαιμονίων ἄρχοντος ἡγουμένων γῆς καὶ θαλάσσης μηδὲν ἔργον ἄξιον μνήμης φανῆναι πρὸς τοὺς Ἕλληνας, εὐθὺς οὖν ἀμυνόμενος ἀπάτῃ δικαίᾳ τὴν Τισαφέρνους ἐπιορκίαν, ἐπέδειξεν ὡς ἐπὶ Καρίαν προάξων, ἐκεῖ δὲ τὴν δύναμιν τοῦ βαρβάρου συναθροίσαντος ἄρας εἰς Φρυγίαν ἐνέβαλε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

