Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐδόκει δὲ καὶ τὰ περὶ Μαντίνειαν οὐχ Ἑλληνικῶς διῳκῆσθαι
τοῖς Ἀχαιοῖς. κρατήσαντες γὰρ αὐτῶν δι᾽
Ἀντιγόνου τοὺς μὲν ἐνδοξοτάτους καὶ πρώτους
ἀπέκτειναν, τῶν δ᾽ ἄλλων τοὺς μὲν ἀπέδοντο,
τοὺς δ᾽ εἰς Μακεδονίαν ἀπέστειλαν ἐν πέδαις1
δεδεμένους, παῖδας δὲ καὶ γυναῖκας ἠνδραποδίσαντο, τοῦ δὲ συναχθέντος ἀργυρίου τὸ τρίτον αὐτοὶ διείλοντο, τὰς δὲ δύο μοίρας ἔνειμαν τοῖς
[p. 106]
Μακεδόσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.