Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐν δὲ θήρᾳ τινὶ Τηριβάζου δείξαντος αὐτῷ
τόν κάνδυν ἐσχισμένον, ἠρώτησεν ὅ τι δεῖ ποιεῖν. ἐκείνου δὲ εἰπόντος,
‘ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δὲ ἐμοὶ δός,’
οὕτως ἐποίησεν, εἰπών, ‘δίδωμι μὲν, ὦ Τηρίβαζε,
σοὶ τοῦτον, φορεῖν δὲ ἀπαγορεύω.’ τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος
ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν
εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν
περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, ὁ μέντοι βασιλεὺς
κατεγέλασε καὶ εἶπε: ‘δίδωμί σοι καὶ τὰ χρυσία
φορεῖν ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.