previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὕτω δ᾽ ἀποθανόντος αὐτοῦ Βροῦτος μὲν εἰς μέσον προελθὼν ἐβούλετο λέγειν καὶ [p. 164] κατεῖχε θαρρύνων τὴν σύγκλητον: δ᾽ ὑπὸ δέους ἔφευγεν ἀτάκτως, καὶ περὶ τὰς θύρας ὠθισμὸς ἦν καὶ τάραχος, οὐδενὸς διώκοντος οὐδὲ κατε πείγοντος. ἰσχυρῶς γὰρ ἐδέδοκτο μηδένα κτείνειν ἕτερον, ἀλλὰ πάντας ἐπὶ τὴν ἐλευθερίαν ἀνακαλεῖσθαι. [2] καὶ τοῖς μὲν ἄλλοις πᾶσιν, ὁπηνίκα διεσκοποῦντο τὴν πρᾶξιν, ἤρεσκεν Ἀντώνιον ἐπισφάττειν Καίσαρι, μοναρχικὸν ἄνδρα καὶ ὑβριστὴν, ἰσχύν τε πεποιημένον ὁμιλίᾳ καὶ συνηθείᾳ πρὸς τὸ στρατιωτικόν, καὶ μάλισθ᾽ ὅτι τῷ φύσει σοβαρῷ καὶ μεγαλοπράγμονι προσειλήφει τὸ τῆς ὑπατείας ἀξίωμα τότε Καίσαρι συνάρχων. ἀλλὰ Βροῦτος ἐνέστη πρὸς τὸ βούλευμα, πρῶτον μὲν ἰσχυριζόμενος τῷ δικαίῳ, δεύτερον δ᾽ ὑποτιθεὶς ἐλπίδα τῆς μεταβολῆς, [3] οὐ γὰρ ἀπεγίνωσκεν εὐφυᾶ καὶ φιλότιμον ἄνδρα καὶ δόξης ἐραστὴν τὸν Ἀντώνιον, ἐκποδὼν Καίσαρος γενομένου, συνεφάψεσθαι τῇ πατρίδι τῆς ἐλευθερίας, ἐπισπασθέντα τῷ ζήλῳ πρὸς τὸ καλὸν ὑπ᾽ αὐτῶν, οὕτω μὲν Ἀντώνιον Βροῦτος περιεποίησεν ἐν δὲ τῷ τότε φόβῳ μεταβαλὼν ἐσθῆτα δημοτικὴν ἔφυγεν.

[4] οἱ δὲ περὶ Βροῦτον εἰς τὸ Καπετώλιον ἐχώρουν, ᾑμαγμένοι τὰς χεῖρας, καὶ τὰ ξίφη γυμνὰ δεικνύντες ἐπὶ τὴν ἐλευθερίαν παρεκάλουν τοὺς πολίτας. τὸ μὲν οὖν πρῶτον ἦσαν ἀλαλαγμοί, καὶ διαδρομαὶ τῷ πάθει κατὰ τύχην ἐπιγινόμεναι πλείονα τὸν θόρυβον ἐποίησαν: ὡς δ᾽ οὔτε φόνος ἄλλος οὔθ᾽ ἁρπαγή τινος ἐγίνετο τῶν κειμένων, θαρροῦντες ἀνέβαινον οἵ τε βουλευταὶ καὶ τῶν δημοτῶν πολλοὶ πρὸς τοὺς ἄνδρας εἰς τὸ [p. 166] Καπετώλιον. [5] ἁθροισθέντος δὲ τοῦ πλήθους διελέχθη Βροῦτος ἐπαγωγὰ τοῦ δήμου καὶ πρέποντα τοῖς πεπραγμένοις. ἐπαινούντων δὲ καὶ κατιέναι βοώντων θαρροῦντες κατέβαινον εἰς ἀγοράν, οἱ μὲν ἄλλοι συνεπόμενοι μετ᾽ ἀλλήλων, Βροῦτον δὲ πολλοὶ τῶν ἐπιφανῶν περιέποντες ἐν μέσῳ πάνυ λαμπρῶς κατῆγον ἀπὸ τῆς ἄκρας καὶ κατέστησαν ἐπὶ τῶν ἐμβόλων. [6] πρὸς δὲ τὴν ὄψιν οἱ πολλοί, καίπερ μιγάδες ὄντες καὶ παρεσκευασμένοι θορυβεῖν, διέτρεσαν καὶ τὸ μέλλον ἐδέχοντο κόσμῳ καὶ σιωπῇ. προελθόντος δ᾽ αὐτοῦ πάντες ἡσυχίαν τῷ λόγῳ παρέσχον ὅτι δ᾽ οὐ πᾶσι πρὸς ἡδονὴν ἐγεγόνει τὸ ἔργον, ἐδήλωσαν ἀρξαμένου λέγειν Κίννα καὶ κατηγορεῖν Καίσαρος ἀναρρηγνύμενοι πρὸς ὀργὴν καὶ κακῶς τὸν Κίνναν λέγοντες, ὥστε πάλιν τοὺς ἄνδρας εἰς τὸ Καπετώλιον ἀπελθεῖν. [7] ἔνθα δὴ δεδιὼς πολιορκίαν Βροῦτος ἀπέπεμπε τοὺς ἀρίστους τῶν συναναβάντων, οὐκ ἀξιῶν τῆς αἰτίας μὴ μετέχοντας αὐτοὺς συνυποδύεσθαι τὸν κίνδυνον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: