previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου πεντήκοντα μὲν αὐτῷ μυριάδας Ἀντίστιος ἀφ᾽ ὧν ἦγε καὶ αὐτὸς εἰς Ἰταλίαν χρημάτων δίδωσιν, ὅσοι δὲ περὶ Θεσσαλίαν ἔτι τῆς Πομπηΐου στρατιᾶς ἐπλανῶντο συνέρρεον ἀσμένως πρὸς αὐτόν ἱππεῖς δὲ πεντακοσίους ἀφείλετο Κίννα πρὸς Δολοβέλλαν ἄγοντος εἰς Ἀσίαν. [2] ἐπιπλεύσας τε τῇ Δημητριάδι, πολλῶν ὅπλων ἐξαγομένων πρὸς Ἀντώνιον, Καίσαρος τοῦ προτέρου κελεύσαντος ἐπὶ τὸν Παρθικὸν ἐποιήθη πόλεμον, ἐκράτησεν. Ὁρτησίου δὲ τοῦ στρατηγοῦ παραδόντος αὐτῷ Μακεδονίαν, καὶ τῶν ἐν κύκλῳ βασιλέων καὶ δυναστῶν συνισταμένων καὶ προστιθεμένων, ἀγγέλλεται Γάϊος, Ἀντωνίου ἀδελφὸς, ἐξ Ἰταλίας διαβεβηκὼς βαδίζειν εὐθὺς ἐπὶ τὰς δυνάμεις ἃς ἐν Ἐπιδάμνῳ καὶ Ἀπολλωνίᾳ Βατίνιος συνεῖχε, [3] βουλόμενος οὖν φθάσαι καὶ προλαβεῖν Βροῦτος ἐξαίφνης ἀναστήσας τοὺς σὺν αὐτῷ διὰ χωρίων χαλεπῶν νιφόμενος ἐπορεύετο: καὶ πολὺ προῆλθε τοὺς κομίζοντας τὸ ἄριστον, ἐγγὺς οὖν Ἐπιδάμνου γενόμενος διὰ κόπον καὶ ψῦχος ἐβουλιμίασε. συμπίπτει δὲ μάλιστα τὸ πάθος χιόνος οὔσης πονοῦσι καὶ κτήνεσι καὶ ἀνθρώποις, [4] εἴτε τοῦ θερμοῦ διὰ περίψυξιν καὶ πύκνωσιν, ὅταν ἐντὸς ἅπαν καθειρχθῇ, τὴν τροφὴν ἁθρόως ἀναλίσκοντος, εἴτε δριμεῖα καὶ λεπτὴ τῆς χιόνος διαλυομένης ἰοῦσα πνοὴ τέμνει τὸ σῶμα καὶ διαφθείρει τὸ θερμὸν ἐξ αὐτοῦ θύραζε διασπειρόμενον. τὰς γὰρ ἐφιδρώσεις παρέχειν δοκεῖ τὸ θερμὸν [p. 182] ἀπαντῶντι τῷ ψυχρῷ περὶ τὴν ἐπιφάνειαν σβεννύμενον. ὑπὲρ ὧν ἐν ἑτέροις μᾶλλον ἠπόρηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: