Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εἰκάζοντι δὲ αὐτῷ μὴ πολλοὺς ἐν τῇ μάχῃ τεθνάναι Στατύλλιος ὑπέστη διὰ τῶν πολεμίων ἐκπαισάμενος ῾άλλως γὰρ οὐκ ἦν κατόψεσθαι τὸ στρατόπεδον, καὶ πυρσὸν ἄρας ἄνπερ εὕρῃ τἀκεῖ σῳζόμενα, πάλιν ἀφίξεσθαι πρὸς αὐτόν,
ὁ
μὲν οὖν πυρσὸς ἤρθη τοῦ Στατυλλίου παρελθόντος εἰς τὸ στρατόπεδον, ὡς δ᾽ οὐκ ἐπανῄει χρόνῳ πολλῷ Βροῦτος εἶπεν ‘ἂν ζῇ Στατύλλιος, ἀφίξεται.’ συνέβη δ᾽ αὐτὸν ἐπανερχόμενον ἐμπεσεῖν εἰς τοὺς πολεμίους καὶ διαφθαρῆναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.