Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
εἰσαγομένων δὲ τῶν κατὰ τοῦ Μαλλίου δικῶν μεγάλα τοὺς κατηγόρους ἔβλαπτεν ἡ ὄψις. ὁ γὰρ τόπος, ἐφ᾽ οὗ βεβηκὼς ὁ Μάλλιος
[p. 188]
ἐνυκτομάχησε πρὸς τοὺς Κελτούς, ὑπερεφαίνετο τῆς ἀγορᾶς ἀπὸ τοῦ Καπιτωλίου καὶ παρεῖχεν οἶκτον τοῖς ὁρῶσιν: αὐτός τε τὰς χεῖρας ὀρέγων ἐκεῖσε καὶ δακρύων ὑπεμίμνῃσκε τῶν ἀγώνων, ὥστε τοὺς κρίνοντας ἀπορεῖν καὶ πολλάκις ἀναβάλλεσθαι τὴν δίκην, μήτ᾽ ἀφεῖναι βουλομένους ἐπὶ τεκμηρίοις φανεροῖς τὸ ἀδίκημα μήτε χρήσασθαι τῷ νόμῳ δυναμένους ἐν ὀφθαλμοῖς τῆς πράξεως οὔσης διὰ τὸν τόπον,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.