Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἔπειτα πολλῶν κρινομένων ἐπιφανῶν ἀνδρῶν,
ἐνίων δὲ καὶ φίλων τοῦ Πομπηΐου καὶ οἰκείων,
ὁρῶν αὐτὸν ἐνδιδόντα ἐν1 πολλοῖς καὶ καμπτόμενον
ἐπετίμα σφοδρῶς καὶ διήγειρεν. ἐπεὶ δὲ νόμῳ τοὺς εἰωθότας λέγεσθαι περὶ τῶν κρινομένων ἐπαίνους αὐτὸς ἀφελών, Μουνατίῳ Πλάγκῳ συγγράψας ἔπαινον ἐπὶ τῆς δίκης ἔδωκεν, ἐπισχόμενος ὁ Κάτων τὰ ὦτα ταῖς χερσὶν ῾ἔτυχε γὰρ δικάζων᾽ ἐκώλυεν ἀναγινώσκεσθαι τὴν μαρτυρίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.