Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τοῦτον οὖν προστάτην οἱ πονηροὶ λαβόντες ἄλλας τε
πίστεις ἀλλήλοις ἔδοσαν καὶ καταθύσαντες ἄνθρωπον ἐγεύσαντο τῶν σαρκῶν,
διέφθαρτο δ᾽ ὑπ᾽ αὐτοῦ πολὺ μέρος τῆς ἐν τῇ πόλει νεότητος, ἡδονὰς καὶ
πότους καὶ γυναικῶν ἔρωτας ἀεὶ προξενοῦντος ἑκάστῳ καὶ τὴν εἰς ταῦτα
δαπάνην ἀφειδῶς παρασκευάζοντος. ἐπῆρτο δ᾽ ἥ τε Τυρρηνία πρὸς ἀπόστασιν
ὅλη καὶ τὰ πολλὰ τῆς ἐντὸς Ἄλπεων Γαλατίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.