Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ πολλῷ δ᾽ ὕστερον τούτων ἤδη τῷ
Κατιλίνᾳ τῶν ἐν Τυρρηνίᾳ συνερχομένων καὶ καταλοχιζομένων, καὶ τῆς
ὡρισμένης πρὸς τὴν ἐπίθεσιν ἡμέρας ἐγγὺς οὔσης, ἧκον ἐπὶ τὴν
Κικέρωνος οἰκίαν περὶ μέσας νύκτας ἄνδρες οἱ
πρῶτοι καὶ δυνατώτατοι Ῥωμαίων, Μᾶρκος τε Κράσσος καὶ Μᾶρκος Μάρκελλος
καὶ Σκηπίων Μέτελλος: κόψαντες δὲ τὰς θύρας καὶ καλέσαντες τὸν θυρωρόν
ἐκέλευον ἐπεγεῖραι καὶ φράσαι Κικέρωνι τὴν παρουσίαν αὐτῶν, ἦν δὲ
τοιόνδε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.